Ancient Greek · ~2 min
Section 24
Porphyrius, Vita Pythagorae 24
Not analysed yet
βοῦν δʼ ἐν Τάραντι ἰδὼν ἐν παμμιγεῖ νομῇ κυάμων χλωρῶν ἐφαπτόμενον, τῷ βουκόλῳ παραστὰς συνεβούλευσεν εἰπεῖν τῷ βοΐ τῶν κυάμων ἀποσχέσθαι· προσπαίξαντος δʼ αὐτῷ τοῦ βουκόλου καὶ φήσαντος οὐκ εἰδέναι βοϊστὶ λαλεῖν, προσελθόντα καὶ εἰς τὸ οὖς προσψιθυρίσαντα τῷ ταύρῳ οὐ μόνον τότʼ ἀποστῆσαι τοῦ κυαμῶνος, ἀλλὰ καὶ αὖθις μηδέποτε κυάμων θιγεῖν, μακροχρονιώτατον δʼ ἐν Τάραντι κατὰ τὸ τῆς Ἥρας ἱερὸν γηρῶντα διαμεμενηκέναι τὸν ἱερὸν καλούμενον βοῦν, τροφὰς σιτούμενον ἅς οἱ ἀπαντῶντες ὤρεγον.