Ancient Greek · ~2 min
Section 33
Porphyrius, Vita Pythagorae 33
Not analysed yet
τοὺς δὲ φίλους ὑπερηγάπα, κοινὰ μὲν τὰ τῶν φίλων εἶναι πρῶτος ἀποφηνάμενος, τὸν δὲ φίλον ἄλλον ἑαυτόν. καὶ ὑγιαίνουσι μὲν αὐτοῖς ἀεὶ συνδιέτριβε, κάμνοντας δὲ τὰ σώματα ἐθεράπευε, καὶ τὰς ψυχὰς δὲ νοσοῦντας παρεμυθεῖτο, καθάπερ ἔφαμεν, τοὺς μὲν ἐπῳδαῖς καὶ μαγείαις τοὺς δὲ μουσικῇ. ἦν γὰρ αὐτῷ μέλη καὶ πρὸς νόσους σωμάτων παιώνια, ἃ ἐπᾴδων ἀνίστη τοὺς κάμνοντας. ἦν δʼ ἃ καὶ λύπης λήθην εἰργάζετο καὶ ὀργὰς ἐπράυνε καὶ ἐπιθυμίας ἀτόπους ἑξῄρει.