Ancient Greek · ~3 min
Section 34
Porphyrius, Vita Pythagorae 34
Not analysed yet
τῆς δὲ διαίτης τὸ μὲν ἄριστον ἦν κηρίον ἢ μέλι, δεῖπνον δʼ ἄρτος ἐκ κέγχρων ἢ μᾶζα καὶ λάχανα ἑφθὰ καὶ ὠμά, σπανίως δὲ κρέας ἱερείων θυσίμων καὶ τοῦτο οὐδʼ ἐκ παντὸς μέρους. τά γε μὴν πλεῖστα ὁπότε θεῶν ἀδύτοις ἐγκαταδύσεσθαι μέλλοι καὶ ἐνταῦθα χρόνον τινὰ ἐνδιατρίψειν, ἀλίμοις ἐχρῆτο καὶ ἀδίψοις τροφαῖς, τὴν μὲν ἄλιμον συντιθεὶς ἐκ μήκωνος σπέρματος καὶ σησάμου καὶ φλοιοῦ σκίλλης πλυθείσης ἀκριβῶς ἔστʼ ἄν τοῦ περὶ αὐτὴν ὀποῦ καθαρθείη, καὶ ἀσφοδέλων ἀνθερίκων καὶ μαλάχης φύλλων καὶ ἀλφίτων καὶ κριθῶν καὶ ἐρεβίνθων, ἕπερ κατʼ ἴσον πάντα σταθμὸν κοπέντα μέλιτι ἀνέδευεν Ὑμηττίῳ· τὴν δʼ ἄδιψον ἐκ σικύων σπέρματος καὶ ἀσταφίδος λιπαρᾶς, ἐξελὼν αὐτῆς τὰ γίγαρτα, καὶ ἄνθους κορίου καὶ μαλάχης ὁμοίως σπέρματος καὶ ἀνδράχνης καὶ τυροῦ κνήστεως καὶ ἀλεύρου πάλης καὶ γάλακτος λίπους, ἅπερ πάντα ἀνεμίγνυ μέλιτι νησιωτικῷ.