Ancient Greek · ~1 min
Section 36
Porphyrius, Vita Pythagorae 36
Not analysed yet
θύων τε θεοῖς ἀνεπαχθὴς ἦν, ἀλφίτοις τε καὶ ποπάνῳ καὶ λιβανωτῷ καὶ μυρρίνῃ τοὺς θεοὺς ἐξιλασκόμενος, ἐμψύχοις δʼ ἥκιστα, πλὴν εἰ μή ποτε ἀλεκτορίσι καὶ τῶν χοίρων τοῖς ἁπαλωτάτοις. ἐβουθύτησε δέ ποτε σταίτινον, ὡς φασὶ βοῦν οἱ ἀκριβέστεροι, ἐξευρὼν τοῦ ὀρθογωνίου τὴν ὑποτείνουσαν ἴσον δυναμένην ταῖς περιεχούσαις. ὅσα γε μὴν τοῖς προσιοῦσι διελέγετο, ἢ διεξοδικῶς ἢ συμβολικῶς παρῄνει.