Ancient Greek · ~2 min
Section 35
Porphyrius, Vita Pythagorae 35
Not analysed yet
ταῦτα δʼ Ἡρακλέα παρὰ Δήμητρος ἔφασκε μαθεῖν στελλόμενον εἰς τὴν Διβύην τὴν ἄνυδρον. ὅθεν αὐτῷ καὶ τὸ σῶμα ὥσπερ ἐπὶ στάθμῃ τὴν αὐτὴν ἔξιν διεφύλαττεν, οὐ ποτὲ μὲν ὑγιαῖνον ποτὲ δὲ νοσοῦν, οὐδʼ οὖ ποτὲ μὲν πιαινόμενον καὶ αὐξόμενον ποτὲ δὲ λεπτυνόμενον παὶ ἰσχναινόμενον, ἥ τε ψυχὴ τὸ ὅμοιον ἦθος ἀεὶ διὰ τῆς ὄψεως παρεδήλου. οὔτε γὰρ ὑφʼ ἡδονῆς διεχεῖτο πλέον οὔθʼ ὑπʼ ἀνίας συνεστέλλετο, οὐδʼ ἐπίδηλος ἦν χαρᾷ ἢ λύπῃ κάτοχος, ἀλλʼ οὐδὲ γελάσαντα κλαύσαντά τίς ποτʼ ἐκεῖνον ἐθεάσατο.