Ancient Greek
Section 4
Porphyrius, Vita Pythagorae 4
Not analysed yet
ἄλλοι δʼ ἐκ Θεανοῦς τῆς Πυθώνακτος τὸ γένος Κρήσσης υἱὸν Τηλαύγη Πυθαγόρου ἀναγράφουσι καὶ θυγατέρα Μυῖαν, οἱ δὲ καὶ Ἀριγνώτην· ὧν καὶ συγγράμματα Πυθαγόρεια σώζεσθαι. Τίμαιος δʼ ἱστορεῖ τὴν Πυθαγόρου θυγατέρα καὶ παρθένον οὖσαν ἡγεῖσθαι τῶν παρθένων ἐν Κρότωνι καὶ γυναῖκα τῶν γυναικῶν· τὴν δʼ οἰκίαν Δήμητρος ἱερὸν ποιῆσαι τοὺς Κροτωνιάτας, τὸν δὲ στενωπὸν καλεῖν Μουσεῖον.