Ancient Greek · ~1 min
Section 5
Porphyrius, Vita Pythagorae 5
Not analysed yet
Αύκος δʼ ἐν τῇ τετάρτῃ τῶν ἱστοριῶν καὶ περὶ τῆς πατρίδος ὡς διαφωνούντων τινῶν μνημονεύει λέγων· “τὴν μὲν οὖν πατρίδα καὶ τὴν πόλιν, ἧς γενέσθαι πολίτην τὸν ἄνδρα τοῦτον συμβέβηκεν, εἰ μὴ τυγχάνεις κατειδώς, μηδὲν διαφερέτω σοι. λέγουσι γὰρ αὐτὸν οἱ μὲν εἶναι Σάμιον, οἱ δὲ Φλιάσιον, οἱ δὲ Μεταποντῖνον.