Ancient Greek · ~1 min
Section 45
Porphyrius, Vita Pythagorae 45
Not analysed yet
ἀπέχεσθαι δὲ καὶ ἄλλων παρῄνει, οἷον μήτρας τε καὶ τριγλίδος καὶ ἀκαλήφης, σχεδὸν δὲ καὶ τῶν ἄλλων θαλασσίων ξυμπάντων. ἀνέφερε δʼ αὑτὸν εἰς τοὺς πρότερον γεγονότας, πρῶτον μὲν Εὔφορβος λέγων γενέσθαι, δεύτερον δʼ Αἰθαλίδης, τρίτον Ἑρμότιμος, τέταρτον δὲ Πύρρος, νῦν δὲ Πυθαγόρας. διʼ ὧν ἐδείκνυεν ὡς ἀθάνατος ἡ ψυχὴ καὶ τοῖς κεκαθαρμένοις εἰς μνήμην τοῦ παλαιοῦ βίου ἀφικνεῖται.