Ancient Greek · ~3 min
Section 46
Porphyrius, Vita Pythagorae 46
Not analysed yet
φιλοσοφίαν δʼ ἐφιλοσόφησεν ἧς ὁ σκοπὸς ῥύσασθαι καὶ διελευθερῶσαι τῶν τοιούτων εἱργμῶν τε καὶ συνδέσμων τὸν κατακεχωρισμένον ἡμῖν νοῦν· οὗ χωρὶς ὑγιὲς οὐδὲν ἄν τις οὐδʼ ἀληθὲς τὸ παράπαν ἐκμάθοι οὐδʼ ἂν κατίδοι διʼ ἧστινος οὖν ἐνεργῶν αἰσθήσεως. νοῦς γὰρ κατʼ αὐτὸν πάνθʼ ὁρῷ καὶ πάντʼ ἀκούει, τὰ δʼ ἄλλα τυφλὰ καὶ κωφά. καθαρθέντι δὲ τότε δεῖν προσάγειν τι τῶν ὀνησιφόρων. προσῆγε δὲ ταῦτα μηχανὰς ἐπινοῶν, πρῶτον μὲν παιδαγωγῶν ἑαυτὸν ἡρέμα πρὸς τὴν τῶν ἀιδίων καὶ ὁμοφύλων αὐτῷ ἀσωμάτων ἀεὶ καὶ κατὰ ταὐτὰ καὶ ὡσαύτως ἐχόντων θέαν, ἐκ τῶν κατʼ ὀλίγον προσβιβάζων, μὴ συνταραχθεὶς τῇ ἄφνω καὶ ἀθρόως μεταβολῇ ἀπσστραφῇ καὶ ἀπείπῃ διὰ τὴν τοσαύτην τε καὶ τοσούτῳ χρόνῳ τροφῆς κακίαν.