Ancient Greek · ~2 min
Section 47
Porphyrius, Vita Pythagorae 47
Not analysed yet
μαθήμασι τοίνυνκαὶ τοῖς ἐν μεταιχμίῳ σωμάτων τε καὶ ἀσωμάτων θεωρήμιασι προεγύμναζε κατὰ βραχὺ πρὸς τὰ ὄντως ὄντα ἀπὸ τῶν μηδέποτε κατὰ ταὐτὰ καὶ ὡσαύτως ἐν ταὐτῷ μηδʼ ἐφʼ ὅσον οὖν διαμενόντων σωματικῶν τὰ τῆς ψυχῆς ὄμματα μετὰ τεχνικῆς ἀγωγῆς εἰς τὴν ἔφεσιν τῶν τροφῶν προσάγων. διʼ ὧν ἀντεισάγων τὴν τῶν ὄντως ὄντων θέαν μακαρίους ἀπετέλει. ἡ μὲν οὖν περὶ τὰ μαθήματα γυμνασία εἰς τοῦτο παρείληπτο.