Ancient Greek · ~3 min
Section 51
Porphyrius, Vita Pythagorae 51
Not analysed yet
ὁμοίως δὲ ἐπὶτῶν ἄλλων ἀριθμῶν ὁ αὐτὸς λόγος· πᾶς γὰρ κατά τινων δυνάμεων τέτακται. πάλιν γὰρ ἔστι τι ἐν τῇ φύσει τῶν πραγμάτων ἔχον ἀρχὴν καὶ μέσον καὶ τελευτήν. κατὰ τοῦ τοιούτου εἴδους καὶ κατὰ τῆς τοιαύτης φύσεως τὸν τρία ἀριθμὸν κατηγόρησαν. διὸ καὶ πᾶν τὸ μεσότητι προσκεχρημένον τριοειδὲς εἶναι φασίν. οὕτως δὲ καὶ πᾶν τὸ τέλειον προσηγόρευσαν. καὶ εἴ τί ἐστι τέλειον, τοῦτο φασὶν ἐκείνῃ τῇ ἀρχῇ προσκεχρῆσθαι καὶ κατʼ ἐκείνην κεκοσμῆσθαι. ἣν ἄλλως μὴ δυνάμενοι ὀνομάσαι τῷ τῆς τριάδος ὀνόματι ἐπʼ αὐτῆς ἐχρήσαντο· καὶ εἰς ἔννοιαν αὐτῆς βουλόμενοι εἰσαγαγεῖν ἡμᾶς διὰ τοῦ εἴδους τούτου ταύτῃ εἰσήγαγον. καὶ ἐπὶ τῶν ἄλλων δʼ ἀριθμῶν ὁ αὐτὸς λόγος. οὗτοι οὖν οἱ λόγοι καθʼ οὓς οἱ ῥηθέντες ἀριθμοὶ ἐτάγησαν.