Ancient Greek · ~2 min
Section 52
Porphyrius, Vita Pythagorae 52
Not analysed yet
καὶ οἱ ἑξῆς περιέχονται ὑπὸ μιᾶς τινὸς ἰδέας καὶ δυνάμεως· ταύτην δεκάδα οἷον δεχάδα προσηγόρευσαν. διʼ ὅ καὶ τέλειον ἀριθμὸν τὸν δέκα εἶναι λέγουσι, μᾶλλον δὲ τελειότατον ἀπάντων, πᾶσαν διαφορὰν ἀριθμοῦ καὶ πᾶν εἶδος λόγου καὶ ἀναλογίαν ἐν ἑαυτῷ περιειληφότα. εἰ γὰρ ἡ τοῦ παντὸς φύσις κατʼ ἀριθμῶν λόγους τε καὶ ἀναλογίας περατοῦται καὶ πᾶν τὸ γεννώμενον καὶ αὐξανόμενον καὶ τελειούμενον κατʼ ἀριθμῶν λόγους διεξάγει, πάντα δὲ λόγον καὶ πᾶσαν ἀναλογίαν καὶ πᾶν εἶδος ἀριθμοῦ περιέχει ἡ δεκάς, πῶς οὐκ ἂν τέλειος ἀριθμὸς λέγοιτο αὕτη;