Ancient Greek · ~3 min
Section 57
Porphyrius, Vita Pythagorae 57
Not analysed yet
ἐν δὲ τῇ περὶ Μεταπόντιον καὶ Πυθαγόραν αὐτὸν λέγουσι τελευτῆσαι καταφυγόντα ἐπὶ τὸ Μουσῶν ἱερόν, σπάνει τῶν ἀναγκαίων τεσσαράκοντα ἡμέρας διαμείναντα. οἱ δὲ φασὶν ὅτι τοῦ πυρὸς νεμομένου τὴν οἴκησιν ἐν ᾗ συνειλεγμένοι ἐτύγχανον, θέντας αὐτοὺς εἰς τὸ πῦρ τοὺς ἑταίρους δίοδον παρέχειν τῷ διδασκάλῳ, γεφυρώσαντας τὸ πῦρ τοῖς σφετέροις σώμασι. διεκπεσόντα δʼ ἐκ τοῦ πυρὸς τὸν Πυθαγόραν διὰ τὴν ἐρημίαν τῶν συνήθων ἀθυμήσαντα ἑαυτὸν τοῦ βίου ἐξαγαγεῖν. τῆς δὲ συμφορᾶς οὕτως κατασχούσης το]υς ἄνδρας συνεξέλιπε καὶ ἡ ἐπιστήμη ἄρρητος ἐν τοῖς στήθεσι φυλαχθεῖσα ἄχρι τότε, μόνων τῶν δυσσυνέτων παρὰ τοῖς ἔξω διαμνημονευομένων. οὔτε γὰρ τοῦ Πυθαγόρου σύγγραμμα ἦν, οἵ τʼ ἐκφυγόντες Δύσις τε καὶ Ἄργμιππος καὶ ὅσοι ἀποδημοῦντες ἐτύγχανον, ὀλίγα διέσωσαν ζώπυρα τῆς φιλοσοφίας ἀμυδρά τε καὶ δυσθήρατα.