Ancient Greek
Section 58
Porphyrius, Vita Pythagorae 58
Not analysed yet
μονωθέντες γὰρ καὶ ἐπὶ τῷ συμβάντι ἀθυμήσαντες διεσπάρησαν ἄλλος ἀλλαχοῦ, τὴν πρὸς ἀνθρώπους κοινωνίαν ἀποστραφέντες. διευλαβούμενοι δὲ μὴ παντελῶς ἐξ ἀνθρώπων ἀπόληται τὸ φιλοσοφίας ὄνομα καὶ θεοῖς αὐτοῖς διὰ τοῦτο ἀπεχθάνωνται, ὑπομνήματα κεφαλαιώδη συνταξάμενοι τά τε τῶν πρεσβυτέρων συγγράμματα καὶ ὧν διεμέμνηντο συναγαγόντες κατέλιπεν ἕκαστος οὗπερ ἐτύγχανε τελευτῶν, ἐπισκήψαντες υἱοῖς ἢ θυγατράσιν ἢ γυναιξὶ μηδενὶ δοῦναι τῶν ἐκτὸς τῆς οἰκίας· αἱ δὲ μέχρι πολλοῦ χρόνου τοῦτο διετήρησαν ἐκ διαδοχῆς τὴν αὐτὴν ἐντολὴν διαγγέλλουσαι τοῖς ἀπογόνοις.