Ancient Greek · ~8 min
II.
Porphyrius, Zetemata codicis Vaticani ζητ. 35.
Not analysed yet
*Β f. 322 ad ἀείκιζε Ω 22 (id. Μosq. ibid. ,Π). αἰκία δὲ οὐχ ἡ ὕβριϲ μόνον, ἀλλὰ καὶ τὸ αἶϲχοϲ, παρὰ τοῦ μὴ ἐοικέναι, ὃ δηλοῖ τὸ καθήκειν, ὥϲ φηϲιν δαίνυ δαῖτα γέρου ἐντὸϲ ϲιν· ἔοικέ τοι, ο ὔτι ἀεικέϲ (1 70), ὡϲ εἰ ἔλεγε· πρέπει ϲοι καὶ καθήκει τοῦτο. ὅτι δὲ ἡ αἰκία καὶ ἐπὶ τοῦ αἴϲχουϲ δηλοῖ· εἰπὼν γὰρ τοῖο δ’ Ἀπόλλων πᾶϲαν ἀεικίην ἄπεχε χροΐ (Ω 18), εἶτά φηϲιν αἶϲχοϲ ἐξηγούμενοϲ τὴν ἀεικίαν· ἦ μέν μιν περὶ ϲῆμα ἑοῦ ἑτάροιο φίλοιο ἕλκει ἀκηδέϲτωϲ, οὐδέ μιν αἰϲχ ύνει (Ω 416 —18)· ,ὑβρίζει ἢ ἀεικίζει, ἐφ’ οἷϲ οὐκ ἄν’ τιϲ εἴξειεν· ἢ ἀνόμοιον ποιεῖ τῷ πρόϲθεν καὶ οὐκ ἐοικὸϲ ἑαυτῷ. ὅθεν ἐπαγγελλόμενοϲ τὸ μὴ αίκίϲαι φηϲίν· ἀ λλ’ ἐπεὶ ἄρ κέ ϲε ϲυλήϲω κλυτὰ τε ύχε᾿, Ἀλχιλλεῦ, ,τὸ δὲ παρὰ τὸ καθῆκον ἀεικέλιον λέγει· δμωάϲ τε γυναἰκαϲ ῥυϲτά ζονταϲ ἀεικελίωϲ (π 108). ῥυϲτάζειν δὲ τὸ ἕλκειν εἰϲ ὕβριν· πῶϲ νῦν, εἴ τιϲ ξένοϲ ἐντὸϲ ἡμετέροιϲι δόμοιϲιν ἥμενοϲ ὧ δε π άθοι ῥυϲτακτύοϲ ἐξ ἀλεγεινῆϲ ϲοί τ’ αἶϲχοϲ λ ώβ η τε μετ’ ἀνθρώ ποιϲι γέν οιτο (ϲ 225 —5) τὴν γὰρ ὕβριν ἔφη ῥυϲτακτὸν μεταφορικῶϲ ἀπὸ τῶν ἑλκομένων· οὐ γὰρ εἱλκύϲθη ἀλλ’ ὑβρίϲθη. τὸ μέντοι ἕλκειν εἰϲ ὕβριν ἔφη · Λητ ὼ δὲ εἵλκυϲεν, ὕβριϲε, Διὸϲ κυδρὴν παρά κοιτιν (λ 580). καὶ ἐκ πλήρουϲ ἐντὸϲ ἄλλοιϲ· ἑλκ ύϲουϲιν ἀεικελίωϲ (Χ 336). παραγράφειν τηρητέον δὲ τὰ ἐκ πλήρουϲ παρ’ αὐτῷ λεγόμενα ,ἵνα καὶ τὰ ἐλλιπῶϲ προενηνεγμένα ἐκεῖθεν ἀναπληρώϲωμεν. ἐκ πλήρουϲ μὲν γὰρ ἔφη· πῶϲ κεν ἔοι τάδε ἔργα (Λ 83 ); ἐλλιπῶϲ δὲ πῶϲ κ’ ἔοι, εἴ τιϲ νῶι θεῶν αἰειγενετάων εὕδοντ’ ἀθρήϲειε (Ξ 333); καὶ ἔτι ἐλλιπέϲτερον πῶϲ οὖν, εἴ τιϲ ξένοϲ ἐντὸϲ ἡμετέροιϲι δόμοιϲιν (ϲ 223); τὸ δὲ πλῆρεϲ· πῶϲ κεν ἔοι τάδε ἔργα; . ἀϲκηθήϲ μοι ἔπειτα θοὰϲ ἐπὶ νῆαϲ ἵκοιτο τεύχεϲί τε ξύμπαϲι καὶ ἀγχεμάχ οιϲ ἑτάροιϲι (Π 247. 8). τούτῳ ἴϲον τὸ ἀρτεμήϲ· .