Ancient Greek · ~9 min
I. ZHTHMATA CODICIS VATICANI.
Porphyrius, Zetemata codicis Vaticani λβ΄.
Not analysed yet
(Τransiit in schol. *Β f. 253b ad ἤ κε C 308, et L f. 401 ibid ,Π) Πρὸϲ τοὺϲ ἀδυναμίαν Ὁμήρου κατηγοροῦνταϲ ἐκ τοῦ πολλάκιϲ τὰϲ αὐτὰϲ ῥήϲειϲ ποιεῖν λέγονταϲ τούϲ τε ἐκπέμπονταϲ καὶ τοὺϲ πεμπομέ νουϲ ἀγγέλουϲ καὶ κήρυκαϲ ἢ διηγουμένουϲ πράξειϲ ἢ λόγουϲ ῥηθένταϲ πρότερον, ἄξιον ϲημειοῦϲθαι, ὅπωϲ ποικίλλων αὐτὸϲ ἑαυτὸν ἄλλωϲ καὶ ἄλλωϲ ἑρμηνεύει διὰ δύναμιν. οἶον εἰπὼν τὸ ξυνὸϲ ἐνυάλιοϲ (C 309) καὶ ἐξηγηϲάμενοϲ πῶϲ κοινόϲ· καί τε κτανέοντα κατέκτα, ἄλλωϲ τοῦτο λέγων φηϲίν· ἤ τ’ ἔβλητ’ ἤ τ’ ἔβ αλ’ ἄλλον (Λ 410), καὶ πάλιν ἄλλωϲ· ἤ κε φέροιτο μέγα κλέοϲ ἤ κε φεροίμην (C 308), ἕλοιμί κεν κεν ἁλοίην (253), καὶ πάλιν νίκη δ’ ἐ παμείβε ται ἄνδραϲ (Ζ 339). πάλιν τὸ τειχίϲαι πόλιν καὶ κύκλῳ περιβαλεῖν τὸ τεῖχοϲ καὶ ὅλωϲ τὰ κυκλοτερῶϲ ϲυνέχοντά τι ἑρμηνεύει λέγων · ἀμφὶ δὲ τεῖχοϲ ἔλαϲϲε πόλει (ζ 9) καὶ περὶ δ’ ἕρκοϲ ἔλα ϲϲε (C 564 )καὶ ἤλαϲε τά φρον ἐπ’ α ὐτῷ (1 349), (εἴτ’ ἄλλωϲ ἑρμηνεύων φηϲὶ τεῖχοϲ ἐϲ ἀμφίχυτον (Υ 14 5), τὸ πέριξ κεχυμένον. καὶ ἐπ’ οἴκου κύκλῳ περιέχοντοϲ· περὶ δὲ κλίϲιον θέε πάντη (ω 208). ὡϲ τὸ περὶ δὲ χρ ύϲεοϲ θέε πόρκηϲ (Ζ 320), καὶ ἄλλωϲ· ἐντὸϲ δὲ μετ ώπ ῳ λευκὸν ϲῆμ’ ἐτέτυκτο περίτροχον ἠύτε μήνη (Ψ 454). ὅρα δὲ ἄλλων ὀνομάτων ἀφθονίαν ἐντὸϲ ἑνὶ καὶ ταὐτῷ μέρει· ἄνδρα φηϲὶ βαλ ών (Ζ 7), καὶ ἐπάγει· τὸν δὲ ϲκότοϲ ὄϲϲ’ ἐκάλυψεν (v. 11 ),εἶτ’ Ἄξυλον δ’ ἄρ’ ἔπεφνε (v. 12), καὶ ἐπιφέρει· ἀλλ’ ἄμφω θυμὸν ἀπηύρα (v. 17 ),εἶτ’ ἄλλωϲ· Δ ρ ῆϲόν τ’ εὐρ ύαλοϲ καὶ Ὀ φέλτιον ἐξενάριξεν (v. 20). εἶτα· καὶ μὲν τῶν ὑπέλυϲε μένοϲ (ν. 27 ),αὖθιϲ Ἀϲτύαλον δ’ ἄρ’ ἔπ εφνεν (v. 28). ἔπειτα· Ἄντίλοχοϲ δ’ Ἄβληρον ἐνήρατο (v. 32), μεθ’ ἃ ἐπιφέρει Φύλα κον δ’ ἕλε Λήιτοϲ ἥρωϲ (v. 35), εἶτ’ ἀνάπαλιν Ἄδρηϲτον δ’ ἄρ ’ἔπειτα βοὴν ἀγαθὸϲ Μενέλαοϲ ζωὸν ἕλεν (v. 3 7 ),ἔπειτα ἐξ ὑπαρχῆϲ· τὸν δὲ κρείων Ἀγαμέμν ων οὖτα κατὰ λαπάρην (v. 63). ἔπειτα ὁ Νέϲτωρ φηϲίν· ἀλλ’ ἄνδραϲ κτείνωμεν (v. 70).