Ancient Greek · ~5 min
Dfhg-Source dfhg3_POSIDONIUS_OLBIOPOLITA
POSIDONIUS OLBIOPOLITA, Fragmenta 1
Not analysed yet
Ὁ δὲ τῶν Μακεδόνων βασιλεὺς, ὥς φησι Πολύβιος, τῆς μάχης ἀρχὴν λαμβανούσης ἀποδειλιάσας εἰς πόλιν ἀφιππάσατο σκηψάμενος Ἡρακλεῖ θύειν, δειλὰ παρὰ δειλῶν ἱερὰ μὴ δεχομένῳ μηδ ̓ εὐχὰς ἀθεμίτους ἐπιτελοῦντι. Θεμιτὸν γὰρ οὐκ ἔστιν οὔτε τὸν μὴ βάλλοντα κατευστοχεῖν οὔτε τὸν μὴ μένοντα κρατεῖν οὔθ ̓ ὅλως τὸν ἄπρακτον εὐπραγεῖν οὔτε τὸν κακὸν εὐδαιμονεῖν. Ἀλλὰ ταῖς Αἰμιλίου παρῆν εὐχαῖς ὁ θεός· εὔχετο γὰρ κράτος πολέμου καὶ νίκην δόρυ κρατῶν καὶ μαχόμενος παρεκάλει σύμμαχον τὸν θεόν. Οὐ μὴν ἀλλὰ Πασειδώνιός τις ἐν ἐκείνοις τοῖς χρόνοις καὶ ταῖς πράξεσι γεγονέναι λέγων, ἱστορίαν δὲ γεγραφὼς περὶ Περσέως ἐν πλείοσι βιβλίοις, φησὶν αὐτὸν οὐχ ὑπὸ δειλίας οὐδὲ τὴν θυσίαν ποιησάμενον αἰτίαν ἀπελθεῖν, ἀλλὰ τῆ προτέρα τῆς μάχης τυχεῖν λελακτισμένον ὑφ ̓ ἵππου τὸ σκέλος· ἐν δὲ τῇ μάχῃ, καίπερ ἔχοντα δυσχρήστως καὶ κωλυόμενον ὑπὸ τῶν φίλων, ἵππον αὑτῷ κελεῦσαι τῶν φορέων προσαγαγεῖν καὶ περιβάντα συμμῖξαι τοῖς ἐπὶ τῆς φάλαγγος ἀθωράκιστον· φερομένων δὲ παντοδαπῶν ἑκατέρωθεν βελῶν, παλτὸν ἐμπεσεῖν ὁλοσίδηρον αὐτῷ καὶ τῆ μὲν ἀκμῇ μὴ θιγεῖν, ἀλλὰ πλάγιον παρὰ τὴν ἀριστερὰν πλευρὰν παραδραμεῖν, ῥύμῃ δὲ τῆς παρόδου τόν τε χιτῶνα διακόψαι καὶ τὴν σάρκα φοινίξαι τυφλῷ μώλωπι πολὺν χρόνον διαφυλάξαντι τὸν τύπον. Ταῦτα μὲν οὖν ὁ Ποσειδώνιος ὑπὲρ τοῦ Περσέως ἀπολογεῖται.