Ancient Greek
2 to 3
POSIDONIUS OLBIOPOLITA, Fragmenta 2-3
Not analysed yet
Καὶ φυγὴ μὲν οὐκ ἦν, ἀναχώρησις δὲ πρὸς ὅρος τὸ καλούμενον Ὀλόκρον, ὥστε καὶ τὸν Αἰμίλιον ἰδόντα φησὶν ὁ Ποσειδώνιος καταρρήξασθαι τὸν χιτῶνα, τούτων μὲν ἐνδιδόντων, τῶν δ ̓ ἄλλων Ῥωμαίων διατρεπομένων τὴν φάλαγγα προσβολὴν οὐκ ἔχουσαν, ἀλλ ̓ ὥσπερ χαρακώματι τῷ πυκνώματι τῶν σαρισσῶν ὑπαντιάζουσαν πάντοθεν ἀπρόσμαχον. λέγονται ὑπὲρ δισμυρίους πεντακισχιλίους ἀποθανεῖν. Τῶν δὲ Ῥωμαίων ἔπεσον, ὡς μὲν Ποσειδώνιός φησιν, ἑκατὸν, ὡς δὲ Νασικᾶς, ὀγδοήκοντα.