Ancient Greek
1.103.9
Proclus Phil., In Platonis Timaeum Commentaria 1.103.9
Unproofread scanNot analysed yet
25 συνδετικὸν P ἔχων M¹: ἔχον C 27 τὸν θεῖον C ΠΡΟΚΛΟΥ ΕΙΣ ΤΟΝ ΤΙΜΑΙΟΝ Α [Tim. 18DE] καὶ μεμηχανημένην. ὧν ἀπάντων εἰκόνα φέρει τὸ καὶ τοὺς πολῖτας τοὺς κλήρους ἀνατιθέναι τὴν σύλληξιν, οὐχ ὁρῶντας αὐτῶν τὸ κεκομψευμένον. ἐπεὶ γὰρ τοῖς φυσικοῖς αἱ ὑποδοχαὶ τοῖς εἴδεσιν οἰκείως διανέμονται, καὶ ἕκαστον τῶν εἴδων τῆς κατὰ τὴν ὕλην ἐξαλλαγῆς αἰτιάσαιο ἂν τὴν ἑαυτοῦ σύνταξιν· ἀλλ’ ὅμως καὶ τοῦτο ἐπιτελεῖται κατὰ τὰ αἴτια τὰ προεστῶτα τῆς ὅλης δημιουργίας, ἀνάλογον ὄντα τοῖς φύλαξι. ταῦτα μὲν οὖν εἰρήσθω τῆς τῶν ὅλων ἕνεκα θεωρίας. Λογγῖνος δὲ ἐν τούτοις ἀπορεῖ, μήποτε ὁ Πλάτων τοῖς σπέρμασιν οἴεται συγκαταβάλλεσθαι τὰς ψυχάς· ἵνα γὰρ ἄριστοι γίγνονται, τοῖς ὁμοίοις τὰς ὁμοίας συξεύγνυσι. καὶ ὁ γε Πορφύριος ἀπαντᾷ μὲν πρὸς τὴν ἔνστασιν, οὐ σφόδρα δὲ ἰκανῶς. ὁ δὲ γε ἡμέτερος διδάσκαλος πρῶτον μὲν ἤξιον θεωρεῖν, ὅτι ὁ Πλάτων αὐτὸς προσέθηκε τὸ ἵνα ὡς ἄριστοι γίνοιντο τὰς φύσεις· δέχονται γὰρ οἱ παῖδες ὁμοιότητα φυσικὴν ἀπὸ τῶν πατέρων καὶ τῆς ἐγγενείας μεταλαγχάνουσι τῆς τῶν γεννησαμένων κατὰ τὰς φυσικὰς ἀρετάς· ἔπειτα κἀκεῖνο ἐννοεῖ, ὅτι εἰ καὶ μὴ συγκαταβάλλεσθαι τοῖς σπέρμασιν τὰς ψυχὰς ἀληθές, ἀλλὰ κατ’ ἀξίαν γε εἶναι τὴν τῶν ὀργάνων διανομήν· οὐ γὰρ εἰς τὰ τυχόντα ὀργανα αἱ ψυχαὶ πᾶσαι εἰσιωξίζονται, ἀλλ’ ἑκάστη εἰς τὸ ἑαυτῇ προσῆκον· ἐσθλὰ μὲν φησιν Ὀμηρος [Σ 382].