Ancient Greek
1.104.3
Proclus Phil., In Platonis Timaeum Commentaria 1.104.3
Unproofread scanNot analysed yet
ἐσθλὸς ἐδυνε, χέρεια δὲ χειρόνι δόσκεν. ἐπὶ δὲ ὡςπερ ὁ τελεστὴς σύμβολα ἅττα τοῖς ἀγάλμασι περιτιθεὶς ἐπιτηδειότερα αὐτὰ καθίστησιν εἰς μετουσίαν δυνάμεων ὑπερετέρων, οὕτω δὴ καὶ ἡ φύσις ἡ ὅλη τὰ σώματα πλάττουσα τοῖς φυσικοῖς λόγοις ἀγάλματα τῶν ψυχῶν ἄλλην ἄλλοις ἐπιτηδειότητα σπείρει πρὸς ἄλλων καὶ ἄλλων ψυχῶν ὑποδοχήν, ἀμεινόνων τε καὶ χειρόνων· ἥν καὶ ὁ πολιτικὸς ὀρθῶς ἐπιστάμενος καὶ τῶν σπερμάτων ποιεῖται λόγον πολὺν καὶ πάσης τῆς φυσικῆς ἐπιτηδειότητος, ἵνα δὴ αὐτῷ καὶ