Ancient Greek
1.108.9
Proclus Phil., In Platonis Timaeum Commentaria 1.108.9
Unproofread scanNot analysed yet
ῷ παντὸς καὶ τὴν κεφαλὴν ὑπ’ ΠΡΟΚΛΟΥ ΕΙΣ ΤΟΝ ΤΙΜΑΙΟΝ Α [Tim. 19B] B ποτὲ ἐστιν ὁ τοῖς εἰρηνένοις ἐπιποθεῖ γενέσθαι μετὰ τὴν παράδοσιν τῆς πολιτείας· δεύτερον δέ, ὅτι τοῦτο αὐτὸς αὐτῷ παρασχέιν οὐκ ἔστιν ἱκανός· τρίτον, ὅτι πρὸς τοῦτο οὐδὲ τῶν ποιητῶν οὐδεὶς ἱκανός· τέταρτον, ὅτι μηδὲ τοῖς σοφισταῖς ἐπιτρέπεται χρήν τὸ τοιούτων ἔργον· πέμπτον, ὅτι μόνον ἂν οἱ ἀκροαταὶ ποιήσαιεν ἀξίως τὸ σπουδαζόμενον ὑπὸ τοῦ Σωκράτους. τί οὖν τοῦτό ἐστι —πρῶτον γὰρ περὶ αὐτοῦ ἀναγκαίως ῥητέον —ὁ ποθεῖ Σωκράτης μετὰ τὴν πολιτείαν ταύτην; ἰδεῖν, ὡς φησι, κινουμένην τὴν τοιαύτην πόλιν εἰς ἀγῶνας καὶ ἀθλοὺς καὶ πολεμικὰς πράξεις, ἵνα μετὰ τὴν εἰρηνικὴν ζωήν, ἣν παραδέδωκεν αὐτός, τὰς περιστατικὰς ἐνεργείας ἱστορήσῃ. τοῦτο μὲν οὖν ἐστὶ τὸ παρ’ αὐτοῦ ζητούμενον. ἀπορήσειε δ’ ἂν τις, ὅποι βλέπει τοῦ Σωκράτους ἡ ἔφεσις αὕτη, καὶ διὰ ποίαν αἰτίαν τοῦτο ποθεῖ γίνεσθαι. Πορφύριος μὲν οὖν λύει τὴν ἀπορίαν λέγων, ὅτι τὰς ἔξεις αἱ ἐνέργειαι τελειοῦσιν οὐ μόνον αἱ πρὸ τῶν ἔξεων, ἀλλὰ καὶ αἱ ἀπ’ αὐτῶν προιοῦσαι· τὸ γὰρ τέλειον τῇ ἔξει μετὰ τοῦ ἐνεργεῖν ἐστιν, εἰ δὲ μή, δυνάμει πῶς ἐστιν ἡρμοῦσα τῆς ἐνεργείας παρορμήσῃ. ἵνα οὖν τελείαν ὅντως θεωρήσῃ τὴν πολιτείαν ὁ Σωκράτης, ἀπαίτει καὶ κινουμένην αὐτὴν εἰς πολεμικὰς πράξεις τῷ λόγῳ θεάσασθαι καὶ ἀγωνιζομένην πρὸς ἄλλας, καὶ ξοικέ, φησι, διὰ τούτων εἶναι δῆλος οὐ τὴν ἔξιν τῆς ἀρετῆς καθ’ αὐτήν, ἀλλὰ τὴν ἐνεργουσαν αὐτάρχη πρὸς εὐδαιμονίαν τιθέμενος. ἀλλ’ εἰ μὲν πολεμικὸν ἦν τὸ τέλος, φαῖν’ ἂν τις πρὸς αὐτόν, ἔδει λέγειν, ὡς ὁ πόλεμος τελειοῖ τὴν πολιτείαν, εἰ δὲ εἰρηνικόν, τί χρή Περιπατητικὰς ἀποδόσεις παρεισφέρουσι λύειν τὰς Πλατωνικὰς ἀπορίας; ἢ εἰ καὶ μὴ ἐστὶ πολεμικὸν τὸ τέλος, ἀλλὰ μειζόνως τὸ τῆς ἀρετῆς δείκνυσι μέγεθος ὁ πόλεμος τῆς εἰρήνης, ὡς καὶ τῆς κυβερνητικῆς αἱ τρικυμίαι καὶ ὁ κλύ-