Ancient Greek
1.109.3
Proclus Phil., In Platonis Timaeum Commentaria 1.109.3
Unproofread scanNot analysed yet
2 αὐτῷ C 6 τοῦ om M 7s ἀναγκαίως περὶ αὐτοῦ MP ΠΡΟΚΛΟΥ ΕΙΣ ΤΟΝ ΤΙΜΑΙΟΝ Α [Tim. 19B] δων καὶ ὅλως αἱ περιστάσεις, ὡς καὶ οἱ Στωϊκοὶ λέγειν εἰώθασι· δὸς περιστασιν καὶ λαβὲ τὸν ἄνδρα· τὸ γὰρ ἀήττητον ὑπὸ τῶν τοὺς ἄλλους καταδουλουμένων τὴν τῆς ζωῆς δηλοῖ παντάπασιν ἀξίαν. ἵσως δὲ ἄτοπον εἰς ταῦτα 5 μόνα τὴν αἰτίαν ἀναφέρειν, κἂν ἢ λόγον ἔχοντα πολιτικόν, ἀλλὰ μὴ πρὸς τὸν ὅλον σκοπὸν τοῦ Πλάτωνος ἀποβλέπειν, ὡς ὁ τὴν ἐν οὐρανῷ πολιτείαν διακοσμήσας θεὸς βούλεται καὶ τὴν γένεσιν κυβερνάσθαι παρὰ τῶν οὐρανίων θεῶν καὶ ἀεὶ D τῶν ἐν τῇ ὕλῃ καὶ τῶν εἰδῶν συνεστάναιν πόλεμον, ἵνα ὁ 10 τῆς γενέσεως κύκλος ἀπεικονίζεται τὸν οὐράνιον. καὶ τοῦτό ἐστι τὸ κινουμένην ἰδεῖν τὴν πόλιν ἐν πολέμῳ, τὸ τὴν γένεσιν ἰδεῖν τῷ οὐρανίῳ συνταττομένην κέκλειδεν πᾶσαν αὐτὴν ποδηγουμένην. καὶ ἔοικε τοῦτο ἀνάλογον εἶναι τῷ μικρὸν ὑστερὸν λεχθησομένῳ περὶ τοῦ δημιουργοῦ τοῦδε τοῦ 15 παντός· ὡς γὰρ κινηθὲν αὐτὸ καὶ ζῶν ἐθεάσατο τῶν αἰδίων ἄγαλμα γεγονὸς ὁ γεννήσας πατὴρ, ἠγάσθη καὶ ἡυφράνθη [37C]. τοῦτο γὰρ ὁμοίως βούλεται καὶ ὁ Σωκράτης· τὴν ἑαυτοῦ πόλιν κινουμένην καὶ ἐνεργουῦσαν ἰδεῖν, ὡς καὶ ὁ τὴν οὐράνιον συνέχων πολιτείαν ἐνεργοῦντα 20 τὰ ἐκεῖ καὶ διακομουῦντα τὴν γενεσιουργὸν ἐναντίωσιν θεάσασθαι. τοιαύτη μὲν οὖν ἡ ἐν τούτοις ἀναλογία λεχέσθω τὰ νῦν. εἰ δὲ πρότερον μὲν τὴν κάτω πόλιν ἐπὶ τῆς γενέσεως ἐτάττομεν, νῦν δ’ ἐπὶ τοῦ πολέμου, μὴ θαυμάσης· τὰ γὰρ αὐτὰ κατ’ ἄλλας καὶ ἄλλας ἀναλογίας ἐπὶ διαφόρων 25 πραγμάτων τάττειν ἀσφαλές, ἐπεὶ καὶ ἡ γένεσις κατὰ μὲν τὰς ἀχωρίστους αὐτῆς ζωὰς τῇ κάτω πόλει προσέοικε, κατὰ δὲ τὰς ἐναντιώσεις καὶ τὴν ἐνυλον ταραχὴν τῷ πολέμῳ καὶ E ταῖς πολεμικαῖς διαστάσεσιν. ἀλλὰ δῆτα ἵνα πάντα πρὸς τὴν τῶν ὅλων κοσμικῶν θεωρίαν συναρμόσωμεν πρὸ τῆς 30 περὶ ἑκάστου ἰδίας ἐπιβλέψεως, τὸ τε δεύτερον ἐννόησον ὅπως ἐστὶ τοῦτω συνάδον· ἐπειδὴ γὰρ ἀνάλογόν ἐστιν ὁ