Ancient Greek
1.120.3
Proclus Phil., In Platonis Timaeum Commentaria 1.120.3
Unproofread scanNot analysed yet
Οἱ σοφισταὶ μετεποιοῦντο πολλάκις οἱ μὲν ἀστρονομίας, οἱ δὲ γεωμετρίας, οἱ δὲ πολιτικῆς, οἱ δὲ διαλεκτικῆς, καὶ διὰ τοῦτο λέγονται νῦν πολλοὺς ἔχειν καὶ καλοὺς λόγους. ἐπειδὴ δὲ οὐκ ἐπιστημονικοὺς εἶχον λόγους, ξμπειροὶ προσεφρήθησαν. τὸ γὰρ ξμπειρον ἐμφαίνει τριβὴν ἄλογον ἐν λόγοις κενοῖς φερομένην ἄνευ τῆς ξφρονος αἰτίας. διότι δὲ οὐ μόνον ἄλλοτε ἄλλας ἐπερόσχοιτο πόλεις, ἀλλὰ καὶ ἀπάτης καὶ δοξοσοφίας καὶ πλάνης ἀνεπιστήμονος ἦσαν γέμοντες, πλανῆται κέκληνται δικαίως. ἐπειδὴ δὲ ἄτακτον ἐφερον ζωήν καὶ ἀπαίδευτον κατὰ πάθος ἐνεργοῦντες, οἰκήσεις ἰδίας εἰκῶς λέγονται μὴ διαρρηκέναι, δέον ἕκαστον ἑαυτὸν πρὸ τῶν ἄλλων τάττειν· πάντα γὰρ ὅσα ἐν οἴκῳ καὶ ἐν πόλει, ταῦτα καὶ ἐν ἡδσει, καὶ ταῦτα πρὸ τῶν ἐκτὸς ἀπειθυνντέον. τίνες οὖν εἰσὶ προσήκοντες μὲμπαλ ἔργων καὶ λόγων τῆς ἀρίστης πολιτείας, εἰ μήτε οἱ ποιηταὶ μήτε οἱ σοφισταί; οὗτοι δή εἰσιν, ὡς αὐτὸς φησι, πολιτικοὶ καὶ φιλόσοφοι· δεῖ γὰρ ἀμφοτέρων, ἵνα διὰ μὲν τὸ πολιτικὸν τὰ ἔργα αὐτῶν δύναινται καθορᾶν, διὰ δὲ τὸ φιλόσοφον τοὺς λόγους, ὡς ἐνδον προειληφότες αὐτῶν τὴν ζωήν, καὶ διὰ μὲν ἐκεῖνο τὴν πρακτικὴν αὐτῶν φρόνησιν, διὰ δὲ τοῦτο τὴν νοερὰν τῶν ἀρχόντων ἐνέργειαν περιλάβωσιν. ἀπὸ δὲ τούτων τῶν εἰκόνων καπὶ τὰς δημιουργικὰς αἰτίας μεταβατέον, ὅτι καὶ ταύτας νοερὰς τε εἶναι δεῖ καὶ ὀλικάς, εἰ μέλλει συμπληροῦσθαι τὸ πᾶν καὶ ἡ γένεσις εἰκονικῶς ἔξειν, ὅσα πρώτως ὁ οὐρανός.