Ancient Greek
1.121.1
Proclus Phil., In Platonis Timaeum Commentaria 1.121.1
Unproofread scanNot analysed yet
ΠΡΟΚΛΟΥ ΕΙΣ ΤΟΝ ΤΙΜΑΙΟΝ Α [Tim. 19E 20 A] Καταλείπεται δὴ τὸ τῆς ὑμετέρας ἕξεως γένος ἄμα ἀμφοτέρων φύσει καὶ τροφῇ μετέχον [19E 20A]. Ὁ Λογγῖνος τὴν λέξιν θεωρεῖν οὐκ ἀπαξιῶν, ἐκεῖνο μὲν τὸ κῶλον, ἐν ᾧ φησι· τὸ δὲ τῶν σοφιστῶν φοβοῦμαι μὴ πως ἄτε πλανητὸν ὄν, ἀρχομένου φησιν εἶναι . . . διὰ σμυρότητος ἕρεσιν τὴν φράσιν ἐξαλλάττειν, τὸ δὲ ἕξης ὅσα ἂν οἷά τε ἐν πολέμῳ καὶ μάχαις πράττοντες καὶ τὰ ἔχόμενα διαστρέφοντος εἶναι τὴν φράσιν ἀπὸ τοῦ κατὰ φύσιν, τὸ δὲ τρίτον τὸ καταλείπεται δὴ τὸ τῆς ὑμετέρας ἕξεως γένος παντελῶς ἀλλόκοτον εἶναι· μηδὲν γὰρ ἀπεικέναι τοῦ βίῃ Ἡρακλείῃ καὶ ἱερῇ τῇ Τηλεμάχοιο καὶ ὅσα τοιαῦτα. Ὀριγένης δὲ ἀπεδέχετο τὸν τύπον τῆς ἐρμηνείας τῶν προκειμένων δόσεων ὡς ὄντα συγγραφικόν· πρέπειν γὰρ τῷ τοιούτῳ καὶ τὰς τοιαύτας περιφράσεις, ὥσπερ τῷ ποιητικῷ. ἡμεῖς δὲ τὸν μὲν Πλάτωνα φαμεν οἰκείως πανταχοῦ τοῖς ὑποκειμένοις μεταβάλλειν τὴν ἀπαγγελίαν καὶ ἐπὶ τῶν ἐξηλλαγμένων πραγμάτων διώκειν καὶ τὰς τῆς ἐρμηνείας ἐξαλλαγὰς· τὴν δὲ προκειμένην δόσιν οὐ φαμεν εἶναι περίφρασιν· οὐ γὰρ δηλοῦν ταὐτὸν τῷ ἡμᾶς ὥσπερ βίῃ Ἡρακλείῃ τὸν Ἡρακλέα, ἀλλ’ αὐτὸ τὸ γένος τῆς ἕξεως τῆς ἀρίστης σημαίνειν, ἣν ἂν δύναιντο μόνοι τὸ πρέπον ἀποδοῦναι τῇ μιμήσει τῆς ἀρίστης πολιτείας· κατὰ γὰρ τὴν ἕξιν, ἣν ἔχουσιν, ἐνεργοῦντες τοῦτο ποιοῦσι, διαφέρουσαν τῆς ποιητικῆς καὶ σοφιστικῆς. καὶ ταῦτα μὲν περὶ τῶν λέξεων. εἰς δὲ τὰς ἐννοίας τῶνδε τῶν λέξεων ἀποβλέποντες ἑροῦμεν, ὅτι ὁ Σωκράτης ἑγείρει μὲν Κριτίαν καὶ Ἐρμοκράτην πρὸς τὰ λοιπὰ τῆς πολιτείας, παρακαλεῖ δὲ καὶ τὸν Τίμαιον ἐφάψασθαι τῶν ἡγουμένων· καὶ τοῦτο πέμπτον ἐστὶ κεφάλαιον τῶν προτεθέντων [p. 56, 5. 58, 27] εἰς τὴν ἕξηγησιν. καὶ ὅρα, ὅπως ἀπεσέμυνεν ἐκ προοιμίων τοὺς ἄνδρας, ἕξιν μὲν καλέσας, ἵνα τὴν πλάνην ἐξέληψ τὴν σοφιστικὴν, φύ-