Ancient Greek
1.170.4
Proclus Phil., In Platonis Timaeum Commentaria 1.170.4
Unproofread scanNot analysed yet
ὅτε δὲ τὸ ἐπιθυμητικὸν ὑπὸ τῆς γενεσιουργοῦ κατακλυζόμενον ὑγρότητος ἐκνευρίζεται καὶ βαπτίζεται τοῖς τῆς ὕλης δεύμασι, καὶ ἄλλος οὕτως ψυχῶν τῶν νοερῶν θάνατος, ὑγρήσει γενέσθαι, φησὶν Ἡράκλειτος [frg. 77 D.] . εἰ δὲ ταῦτα ὀρθῶς διατέτακται, τῶν μὲν κατὰ θυμὸν παθῶν ἀπέιρατοι μένουσιν ὅσοι ἂν κεχλασμένον ἔχωσι τὸν θυμὸν καὶ σύμμετρον εἰς τὴν τῶν δευτέρων ἐπιμέλειαν· τοῦτο γὰρ οἱ κοιλοὶ τόποι καὶ ὑδάτων γείτονες σημαίνουσι. τῶν δὲ κατ’ ἐπιθυμίαν, οἱ συντονώτερους ἔχοντες τὸ ἐπιθυμητικὸν καὶ ἐγυρεμένον ἀπὸ τῆς ὕλης· τοῦτο γὰρ οἱ ὑψηλοὶ τό- D