Ancient Greek
1.170.5
Proclus Phil., In Platonis Timaeum Commentaria 1.170.5
Unproofread scanNot analysed yet
ποι δηλοῦσι. πέφυκε γὰρ πῶς τὸ μὲν θυμικὸν ὀξυκίνητον εἶναι καὶ δραστήριον, τὸ δὲ τῆς ἐπιθυμίας ἐκλυτὸν καὶ ἀσθενές· μουσικοῦ δ’ ἀνδρὸς χαλάσαι μὲν τοῦ θυμοῦ τὸ εὐτόνον, ἐπιτεῖναι δὲ τῆς ἐπιθυμίας τὸ ἐκμελές. ὁ γε μὴν φιλόσοφος Ἰάμβλιχος φυσικῶς ταῦτα ἀξιοῖ θεωρεῖν, ἀλλ’ οὐχ ἠθικῶς. ἐκπυρώσεως οὖν γιγνομένης μᾶλλον διόλλυσθαι φησι τοὺς ἐν ὑψηλοῖς οἰκοῦντας ὕρεσιν, ὡς πορρώτερον ὄντας τῶν ἀπὸ τοῦ ὕδατος ἀναθυμιάσεων· οὐ γὰρ ἐπὶ πολὺ αἴρονται διὰ τὴν βαρύτητα τῆς ὑγρᾶς οὐσίας. οὐκ ἔστιν οὖν ἐνικμος ὁ περιέχων αὐτοὺς ἀήρ, ἀλλὰ ξηρός, καὶ ὑπέκκαυμα