Ancient Greek
1.173.2
Proclus Phil., In Platonis Timaeum Commentaria 1.173.2
Unproofread scanNot analysed yet
ἀνατέλλειν· ἡ γὰρ ἀφαιώσις τῆς γῆς οὐ διδῶσι τῷ ὕδατι τὴν ἐπὶ τὸ ἄνω φοράν, ἀλλ᾽ ἄλλο τι δεῖ τὸ ὠθοῦν αὐτὸ πάντως εἶναι ἀπὸ τῶν κοίλων εἰς τὰ μετέωρα. ταῦτα μὲν οὖν πρὸς τὴν Αἰγυπτίαν δόξαν. ἄλλοι δὲ φασιν, ὅτι αὐξεται ὁ Νεῖλος ἀπὸ ὀμβρων τινων εἰς αὐτὸν ἐκχεομένων, ὡς εἴρηται διαφρήδην ὑπὸ Ἡρατοσθένους. οὐ τοῦτο οὖν σημαίνει τὸ ἐπανιέναι νῦν, τὸ κάτωθεν ποθεν ἀναβλυθδαίνειν, ἀλλὰ τὸ ὕδωρ ἄλλοχόθεν αὐξόμενον ἀνωτέρω τῆς γῆς χωρεῖν ὕδάτων καταφρηγνυμένων εἰς αὐτὸν ἀπ᾽ ἄλλων τόπων. ὁ δὲ Ἰάμβλιχος οὐδὲν φησι χρήναι τοιούτον ζητεῖν, ἀλλ᾽ ἀπλούστερον ἀκούειν τὴν ἐπάνοδον τοῦ ὕδατος τὴν κάτωθεν, ἣν εἰώθασι λέγειν ἀνάβασιν. πλὴν αἰτίαν ἀποδιδούς, δι᾽ ἣν οἱ Αἰγύπτιοι καὶ τοὺς αὐχμοὺς καὶ τοὺς κατακλυσμοὺς διαφεύγουσι, δήλός ἐστι δοκιμάζων τὴν ἀπὸ τῶν ὀμβρων αὐξησιν· λέγει γὰρ πρωτίστην μὲν αἰτίαν εἶναι τῆς τῶν Αἰγυπτίων σωτηρίας τὴν τῶν εἰληχότων αὐτοὺς θεῶν βούλησιν καὶ τὸν ἐξ ἀρχῆς ὄρον τῆς δημιουργίας, δευτέραν δὲ τὴν τῶν ἀέρων κράσιν· αἱ τε γὰρ ὥραι ἡφαντίσονται ἐν τοῖς ἀντοίκοις, ἀφ᾽ ὧν ὁεῖ ὁ Νεῖλος πρὸς τοὺς τῆδε τόπους, καὶ ἡ τῶν αὐχμῶν καὶ τῶν ἐπομβρίων γένεσις ἐπαμεῖβεται ἐν αὐτοῖς. εἰ δὲ τις αἰτιάται ταύτην τὴν ἀπόδοσιν, διότι τῶν ὑπὸ ὀμβρίων αὐξομένων οὐκ ἔστιν ἡ αὐξῆσις τεταγμένη, λεκτέον, ὅτι γίνονται μὲν καὶ ἀποβάσεις τοῦ Νείλου πολλάκις, ὅμως καὶ ἡ συνέχεια τῶν ὀμβρων αἰτία τῆς ἀδιακόπου τοῦ ὕδατος αὐξήσεως, καὶ τὰ μεγέθη τῶν ὁδῶν, ἐν οἷς αἱ πηγαὶ τοῦ Νείλου· δεχόμενα γὰρ ταῦτα τοὺς ἀπὸ τῶν συνωθουμένων ἐκ τῶν ἐτησίων εἰς αὐτὰ νεφῶν ὀμβρους κατὰ πάσας ἑαυτῶν τὰς λαγόνας ἐπιρρεῖ ταῖς πηγαῖς ἀδιάκοπως, αἱ δὲ τὸν ποταμὸν αὐξοῦσι πληθύνουσαι. καὶ γὰρ τοῦτο ἐν εἶναι αἴτιον ὀμβρων φησὶν ὁ Θεόφραστος,