Ancient Greek
1.174.1
Proclus Phil., In Platonis Timaeum Commentaria 1.174.1
Unproofread scanNot analysed yet
ΠΡΟΚΛΟΥ ΕΙΣ ΤΟΝ ΤΙΜΑΙΟΝ Α [Tim. 22 E] τὴν τῶν νεφῶν πίλησιν πρὸς τινὰ τῶν ὁρῶν. καὶ μὴν καὶ εἰ περὶ τοὺς Καταδούπους μὴ ὁρᾶται νέφη, θαυμαστὸν οὐδέν· οὐ γὰρ ἐκ τούτων φέρεται πρῶτον ὁ Νεῖλος, ἀλλ’ ἐκ τῶν Σελιμναίων ὁρῶν, ἃ διὰ τὸ ὕψος οὕτως ἐκάλεσαν, καὶ τῶν πρὸς ἐκείνους ἀθροιζομένων νεφῶν, παριόντων τοὺς Καταδούπους, ἐκείνους δὲ ἐνισχομένων μειζόνων οὐσίν. ταῦτα μὲν οὖν πρὸς τὸν Ἀριστείδου λόγον τὸν Αἰγύπτιον. Ἑρατοσθένης δὲ οὐκέτι φησίν οὐδὲ ζητεῖν χρήναι περὶ τῆς αἰχθήσεως τοῦ Νείλου, σαφῶς καὶ ἀφικομένων τινῶν εἰς τὰς τοῦ Νείλου πηγὰς καὶ τοὺς ὀμβροὺς τοὺς γιγνομένους ἐωρακότων, ὥστε κρατύνεσθαι τὴν Ἀριστοτέλους [frg. 235] ἀπόδοσιν. ταῦτα μὲν οὖν συντόμως ἐπισημαινόμεθα περὶ τούτων. ἐκ δὲ τούτων κατεσκεύασεν ὁ τῶν Αἰγυπτίων λόγος, ὅτι μήτε ἐκπύρωσιν μήτε κατακλυσμὸν ἐπιγίνεσθαι αὐτοῖς. ἄλλως δὲ ἐκλείπειν οὐδὲν ἔστι θαυμαστόν, εἴπερ ὀρθῶς Ἀριστοτέλης [de mundo 6. 400ᵃ 27s] φησὶ πᾶν μέρος τῆς γῆς ἐν τῷ ἀπειρῷ θαλασσοῦσθαι καὶ τὸν αὐτὸν τόπον ἤπειρόν τε γίνεσθαι ποτε καὶ ἄλλοτε θάλατταν· ὅπου καὶ περὶ τὸν Νεῖλον ἐκλείφειν τὸ ὕδωρ οὐχ ἀπέγνω πρὸς τὴν ἀπειρίαν τοῦ χρόνου βλέπων. τί γάρ, εἰ ἧττους οἱ ἐτησίοι πνεύσαντες μὴ ὥσαιεν ἐκεῖσε τὰ νέφη; τί δέ, εἰ τὰ ὄρη συμπέσοι, πνεύματος αὐτὰ ὁήξαντος ἀπὸ τῶν ὑπογεῶν τόπων, ὅφ’ οἷον τὰ λόγια καὶ αὐτάνδρους πόλεις ἀπόλλυσθαι φησιν, ἐν οἷς ἢ τῶν νεφῶν σύστασις; ὧν μὴ συνίσταν τῶν μένει τὸ δεῖμα ἧττον αἰ καὶ ἧττον γιγνόμενον ὑπὸ τῆς γῆς ξηρᾶς οὖσης ἀναπινόμενον. Τὸ δ’ ἀλήθες ἐν πᾶσι τόποις, ὅπου μὴ χειμὼν ἐξαισίος ἢ καύμα ἀπεῖργει, πλεόν, ποτὲ δὲ ἧττον αἰ γένος ἐστὶν ἀνθρώπων [22 E].