Ancient Greek
1.199.3
Proclus Phil., In Platonis Timaeum Commentaria 1.199.3
Unproofread scanNot analysed yet
Τοῖς μὲν Ἀθηναίοις τὸν ἐννακισχίλια ἀριθμὸν ἀποδέδωκεν ἐκ τῆς ἱστορίας καὶ τοῦτο λαβών, τοῖς δὲ Σαΐταις τὸν ὀκτακισχίλια κατὰ τὰ ἐν τοῖς ἱεροῖς γράμματα, τῇ χιλιάδι μετρῶν τοὺς βίους τῶν πόλεων· ταύτῃ γὰρ λέγονται καὶ οἱ δαίμονες τὸν χρόνον μετρεῖν, ὡς φησιν ὁ φιλόσοφος Πορφύριος· ἐπὶ δὲ ἀπὸ τῶν ἱερῶν γραμμάτων τὴν ἀφήγησιν ταύτην ποιούμενος, ὁ δηλοῖ τῶν κοσμικῶν θείων εἴδων τὴν μόνημον φρονην, ὡς φαίη ἂν ὁ Ἰάμβλιχος. συμβαίνουσι δὲ καὶ ταῖς ζωαῖς οἱ ἀριθμοὶ κατὰ τὸν εἰκότα λόγον. ὁ μὲν γε ὀκτακισχίλια κύβος ἐστὶν ἐπὶ κύβον, ὁ δὲ ἕτερος ἐπίπεδον τετραγωνικὸν ἐπὶ κύβον. οὐκοῦν ὁ μὲν ἐβάθυνε τὸ ἐπίπεδον καὶ τοῦτο διὰ τῆς ἀορίστου δυάδος, ὁ δὲ αὐτὸ φυλάττων ἐφ’ ἑαυτοῦ τὸ ἐπίπεδον ἐν ὁμοιότητι καὶ τελειότητι τῇ ἀπὸ τριάδος οὐδὲ τὸν κύβον ἀφήκεν ἀπερίληπτον, ἀλλὰ περιέσχε καὶ τοῦτον διὰ τῆς ἐννεάδος. ἐστὶ δὲ ζωῆς ἀμείνονος σύμβολον τὸ μένον ἐφ’ ἑαυτοῦ καὶ τὰ δεύτερα κοσμοῦν, ἀτελέστερον δὲ τὸ κατιὸν εἰς ἐκεῖνα καὶ ὁμοιούμενον αὐτοῖς καὶ ἀοριστίας τινὸς ἀναπικλαμένον. ἐπειδή δὲ οὐδὲ τὸ δεύτερον ἀπέστη πᾶντῃ τῆς ὁμοιότητος τῆς πρὸς τὴν θεόν, διὰ κύβων ἢ κάθοδος, οἷς ἡ ὁμοιότης ὑπάρχει τριαδική. κρεῖττον δὴ ἦν τὸ δι’ ἀπλουστέρας ζωῆς μιμεῖσθαι τὸ κρεῖττον ἢ διὰ συνθετωτέρας· ἀπλούστερον δὲ τοῦ κύβου τὸ τετράγωνον. εἰ δὲ λέγεις, ὅτι καὶ τοῖς ἐκ γῆς ὑποστάσι καὶ Ἡραίστον οἰκεῖος ὁ ἐννακισχίλια —χθόνιος μὲν γὰρ ὁ χιλία ὡς κύβος, Ἡραίστειος δὲ ὁ ἐννέα· τῆσι παρ’ εὐνάτεες χάλκεον δαίδαλα πολλά, φησιν αὐτὸς [Homer. Σ 400] —οὐκ ἂν ἀπο τρόπου λέγεις.