Ancient Greek
1.200.1
Proclus Phil., In Platonis Timaeum Commentaria 1.200.1
Unproofread scanNot analysed yet
ΠΡΟΚΛΟΥ ΕΙΣ ΤΟΝ ΤΙΜΑΙΟΝ Α [Tim. 23 E] ὅλως δὲ ὁ κύβος ἐπρεπε ταῖς χθονίαις τῆς Ἀθηνᾶς λήξεσιν, ἐπειδὴ τῷ μὲν οὐρανῷ τὴν δεκάδα ἀπονέμουσιν, ἡ δὲ ἑσχάτη πρόοδος τῆς δεκάδος ὑπέστησε τὸν χιλία στερεὸν ἀριθμόν· ἀπὸ γὰρ τῶν οὐρανίων κλήρων ἐπὶ τοὺς χθονίους ἑσχάτους πεποίηται τὴν πρόοδον οἱ θεοί. ταῦτα μὲν οὖν ἡμῖν ζητέον. ὁ δὲ γε φιλόσοφος Πορφύριος ταῦτα ἐξηγούμενος τὸν μὲν Ἥφαιστον τεχνικὸν ὑποτίθεται νοῦν, γῆν δὲ τὴν σεληνιακὴν σφαῖραν· ταύτην γὰρ αἰθερίαν γῆν καλεισθαι παρ’ Αἰγυπτίοις. τὰς οὖν ψυχὰς τὰς ἀπὸ μὲν θεοῦ ὑποστάσας, τοῦ δὲ τεχνικοῦ νοῦ μετεχούσας εἰς [τε] τὸ τῆς σελήνης σῶμα σπεῖρεσθαι φησιν, ὡς ἐκεῖ πολυτευομένας τὰς τεχνικὰς τῶν ψυχῶν, σώματα δ’ ἔχούσας ἀπορροίας ὄντα τῶν αἰθερίων σωμάτων. τὰ δὲ ἑννακισχίλια ἔτη ταύταις ἐφαρμόζει ταῖς ψυχαῖς τοιούonde τρόπον· μυρίετης μὲν ἐστιν, ὡς φησι, περίοδος τῆς ψυχῆς ἡ διὰ τῶν πέντε ἀστέρων ἀνιοῦσά τε καὶ κατιοῦσα, ἣν’ ἕκαστος ἔχει δύο χιλιάδας· οὐ μὴν ἐφεξῆς. ὁ μέντοι χρόνος ἐφεξῆς κατ’ ἐπιβολὴν· ἐαυτῷ γὰρ οὖν ἐπιβάλλει· διὸ καὶ ἑννέα βίοι γίνονται οἱ πέντες, οὓς αἰνίσκεται διὰ τῶν ἑννακισχιλίων ἐτῶν, καὶ τοῖς τεθνηκόσιν ἑνاتا ποιοῦσι, καὶ τοῖς γεννωμένοις ὁμοίως τὰ ὀνόματα τίθενται τινες ἐν τῇ ἑνάτῃ, συμβόλοις περιόδοις χρώμενοι γενέσεως καὶ ἀπογενέσεως. οὐ παρέλαβε δὲ νῦν τὸν μυρίετη χρόνον, ἀλλὰ τὸν τῶν ἑννακισχιλίων ἀριθμόν, ἣν’ ἐτι περίγενοι ὡσι πλησιάζοντες τῇ μυρίετῃ περιόδῳ. πᾶσαν δὲ ταύτην τὴν ἐξήγησιν ὁ θεῖος Ἰάμβλιχος ἀποδοκιμάζει λέγων μὴ περὶ βίων εἶναι τὸν λόγον ἐν τούτοις, ἀλλὰ περὶ διαφόρων μέτρων τῆς Ἀθηναικῆς μεθέξεως. ἄτοπον οὖν γίνεσθαι τὴν μνήμην τῶν ἐν Φαίδρῳ [248 D] περιόδων. εἰ δὴ δεῖ τινα λόγον ἀποδοῦναι συμβαίνοντα πρὸς τὴν ἐπιβολὴν τοῦ Πορφυρίου, λεκτέον, ὅτι ζῇ μὲν ἡ ψυχὴ νοερώς