Ancient Greek
1.201.4
Proclus Phil., In Platonis Timaeum Commentaria 1.201.4
Unproofread scanNot analysed yet
Εἰ καὶ ταῦτα βούλοιο πρὸς τὴν ὀλὴν ἀναπέμπειν διακόσμησιν, τὴν μὲν ὀλὴν πρόοδον τὴν ἄχρι τοῦ κύβου καὶ τῶν χθονίων ξργων ὁ ἑννακισχίλια δηλώσει καὶ τὴν ζωήν τὴν διὰ πάντων διήκουσαν, τὴν δὲ ἔνωσιν τῶν πολλῶν λόγων καὶ τὴν κατὰ νοῦν αὐτῶν περιοχὴν τὸ διὰ βραχέων· ἐστι γὰρ τὸ μὲν συνοπτικὸν ἕνδαλμα τῆς νοερᾶς ἀμερείας, τὸ δ᾽ εἰς πλήθος ἐξιὸν τῆς γονίμου δυνάμεως, πληθουούσης καὶ προαγούσης καὶ κατακερματιζούσης τὰ εἴδη διὰ τῆς ἐτερότητος, οἱ δὲ νόμοι τῆς διηρημένης δημιουργίας κατὰ νοῦν, τὸ δὲ ξργον τὸ κάλλιστον τῆς εἰς ἕν τὸ καλὸν