Ancient Greek
1.202.1
Proclus Phil., In Platonis Timaeum Commentaria 1.202.1
Unproofread scanNot analysed yet
ΠΡΟΚΛΟΥ ΕΙΣ ΤΟΝ ΤΙΜΑΙΟΝ Α [Tim. 23E 24A] ἀντεινομένης διακοσμήσεως· τὸ γὰρ ἠνωμένον κάλλος ἀπὸ τῶν νοητῶν εἰς τὴν ἔμφανῆ πρόεισι δημιουργίαν. ἡ δὲ ἀπὸ τῶν ἱερῶν γραμμάτων ἀνάληψις τὴν ἐπὶ τὰ παραδείγματα αὐτῶν ἐπιδείξιν ἀναδρομὴν, ἀφ’ ὧν καὶ ὁ ἱερεὺς πλη- 5 ρωθεὶς τῷ Σόλωνι ταῦτα παραδίδωσι. ἔσται οὖν ὁ λόγος περὶ δημιουργίας διαιρουμένης καὶ πληθυομένης καὶ κατὰ νοῦν συνεχομένης καὶ μέχρι τῶν χθονίων ἔργων διατεινουσης, ὡς ἔστιν ἀπὸ πάντων τῶν εἰρημένων συνάγειν.