Ancient Greek
1.238.3
Proclus Phil., In Platonis Timaeum Commentaria 1.238.3
Unproofread scanNot analysed yet
Πάντων γὰρ προστάσα εὐψυχία καὶ τέχναις ὅσαι κατὰ πόλεμον, ἕως τοῦ· πάντας ἠλευθέρωσεν [25 BC]. Ὡσπερ τὴν καταδεεστέραν συστοιχίαν τριχῇ διείλομεν, πρώτοις τε καὶ μέσοις καὶ τελευταίοις ὅροις, οὕτω καὶ τὴν κρείττονα διαιρήσομεν εἰς τε ὀλιγώτατα καὶ μερικώτατα καὶ τὰ μέσα τούτων ὑφεστηκότα, καὶ διελόντες τοὺς μὲν Ἀθηναίους τοῖς πρώτοις ἀνάλογον τάξομεν, τοὺς δὲ ἄλλους Ἐλλήνας τοὺς μὲν μήπω δουλεύοντας τοῖς μέσοις, τοὺς δὲ ἤδη δούλους τοῖς ἔσχατοις· κατὰ γὰρ ταύτας τὰς ὁδοὺς κρατοῦσι μὲν οἱ Ἀθηναῖοι τῶν τοῦ Ποσειδῶνος, οἱ πρῶτοι τῶν δευτέρων καὶ τὰ μοναδικὰ τῶν δυαδικῶν καὶ ἄπλῶς τὰ κρεῖττω τῶν χειρόνων, σάφουςι δὲ αἰωνίως τὰ μέσα φυλάττοντα τὴν ἑαυτῶν τάξιν καὶ οὐ κρατούμενα τοῖς τῆς χειρόνου συστοιχίας διὰ τὴν ἑαυτῶν ἕνωσιν καὶ τὸ μόνιμον τῆς δυνάμεως γένος, ἐξαιροῦνται δὲ καὶ τὰ δουλεύοντα τῆς δουλείας εἰς ἕνωσιν αὐτὰ καὶ στάσιν ἀνακαλούμενοι· τὰ μὲν γὰρ ἀεὶ ἐστιν ἐν ὅλῃ, τὰ δὲ ἀεὶ κεχωρίσται, τὰ δὲ ποτὲ μὲν ὑπὸ τοῖς ὀλαιοῖς γένεσι γίνεται, ποτὲ δὲ εἰς χωριστὴν ἀνατάσσεται ζωήν, οἷον δὴ καὶ τὸ περὶ ἡμᾶς δρῆμα ποτὲ μὲν ὑπὸ τὴν Τιτανικὴν τάξιν ταττομένους, ποτὲ δὲ ὑπὸ τὴν