Ancient Greek
1.239.1
Proclus Phil., In Platonis Timaeum Commentaria 1.239.1
Unproofread scanNot analysed yet
ΠΡΟΚΛΟΥ ΕΙΣ ΤΟΝ ΤΙΜΑΙΟΝ Α [Tim. 25 BC] Ὀλυμπίαν, καὶ ποτὲ μὲν ἐν γενέσει, ποτὲ δὲ ἐν οὐρανῷ τε- 5 λοῦντας. τοῦτο δὲ ὑπάρχει ταῖς μερικαῖς ψυχαῖς διὰ τὴν ἀεὶ ὡσαύτως ἐστώσαν πρόνοιαν τῶν θεῶν τὴν ἀναγωγὸν τῶν ψυχῶν· ὡς γὰρ διὰ τὸ εἶναι γενεσιουργοὺς θεοὺς καὶ ψυχαὶ κατίασιν ὑπηρετούμεναι ταῖς βουλήσεσιν αὐτῶν, οὕτω δήπου καὶ διὰ τὸ τὰ ἀναγωγὰ προϋπάρχειν αἴτια καὶ ταῖς ἡμετέραις ψυχαῖς ἡ ἐντεῦθεν ἄνοδος περιγίνεται. ταῦτα μὲν περὶ τῆς ὅλης τῶν ἐκκειμένων ὀημάτων διανοίας. ἐπεξέλθωμεν δὲ καὶ τοῖς καθ’ ἕκαστον συντόμως. τὸ μὲν οὖν πάντων προστῆναι τὴν ὀλιχὴν περίληψιν δηλοῖ τῶν πρώ- 10 των γενῶν τῆς θειοτέρας μερίδος, τὸ δὲ εὐψυχία καὶ ταῖς πολεμικαῖς τέχναις ταυτόν ἐστι τῷ Ἀθηναϊκῷ· διὰ μὲν γὰρ τῆς εὐψυχίας μιμοῦνται τὸ φιλόσοφον αὐτῆς, διὰ δὲ τῶν πολεμικῶν τεχνῶν τὸ φιλοπόλεμον. τὸ δὲ ποτὲ μὲν ἡγεῖσθαι τῶν Ἑλλήνων, ποτὲ δὲ καὶ μόνους διακινδυν- 15 νεῦειν τὸ τὰ πρῶτα καὶ τὰ ὅλα αἴτια τὰ μὲν μετὰ τῶν δευτέρων καὶ μέσων ποιεῖν, τὰ δὲ καὶ καθ’ αὐτὰ χωροῦντα τῆς τούτων ἐπείκεινα ποιήσεως καὶ μονούμενα κατὰ τὴν ἐνέργειαν· οὐ γὰρ ἐπίσης ποιεῖ τὸ τε τῶν θεῶν γένος καὶ τὸ μετὰ θεούς, ἀλλ’ ἐπὶ πλέον ἢ τῶν θεῶν διήκει ποίησις, 20 ὅτι πανταχοῦ τὰ θειότερα καὶ πρὸ τῶν αἰτιατῶν καὶ σὺν τοῖς αἰτιατοῖς ἐνεργεῖ καὶ μετὰ ταῦτα. τοῦτο μὲν οὖν πολλαχόθεν πιστοῦσθαι δυνατόν. οἱ δὲ ἔσχατοι κίνδυνον τὴν ἔσχατην δηλοῦσι τῶν πρώτων ποίησιν. τὰ δὲ τρόπαια σημαίνει τὸ τε τὴν δευτέραν συστοιχίαν ὑπὸ τῇ πρώτῃ τε- 25 λεῖν καὶ κοσμουμένην ὑπ’ αὐτῆς καὶ τὸ τρέπεσθαι πῶς κατὰ τὴν ἐκείνης δύναμιν, καὶ εἶναι τῆς τροπῆς τῶν χειρῶν ἀεὶ ὡσαύτως ἐστῶτα σημεία καὶ ἐν τοῖς ἔσχατοις ἐφρήκοντα ἀπὸ τῶν πρώτων· καὶ γὰρ ὅσον ἐστὶ καὶ ἐν τούτοις τεταγμένον καὶ εἰδοποιηημένον ὑπεσταλμένων τῶν ὀλικῶν αἰτίων, 30 ἰκανὸν ἔστηκε σημεῖον τῆς ἐπικρατείας τῶν κρειττόνων, ὅ δὴ μάλιστα τῶν τροπαίων ἐστὶν ἴδιον. ἡ δὲ ἄφθονος