Ancient Greek
1.246.3
Proclus Phil., In Platonis Timaeum Commentaria 1.246.3
Unproofread scanNot analysed yet
“Οὐδὲν ταχὺ ξυνωμολόγησά σοι τὰ ἐπιταχθέντα μέχρι τοῦ· τῆς νυκτὸς ἀνέλαβον [26 AB]. Διότι μὲν ἐμémνητό πως, ὑπέσχετο τὰ ἐπιταχθέντα πληρώσειν, διότι δὲ οὐκ ἀκριβῶς ἐμémνητο, πρὸς ἑαυτὸν ἀνεσκέψατο πρότερον τοὺς λόγους, ἡγοῦμενος ἐν τοῖς τοιούτοις ἐπιτάγμασιν, οἷον ὁ Σωκράτης ἐπέταξε κινουμένην τὴν πολιτείαν ἰδεῖν, ἔργον εἶναι μέγιστον ὑπόθεσιν εὑρεῖν, ᾗφ’ ἧς δυνήσεται τὸ πρέπον ἀποδοῦναι τοῖς ἐπιτάγμασιν· ὁ δὴ καὶ αὐτὸς πεποίηκε τὸν Ἀτλαντίνων καὶ Ἀθηναίων πόλεμον ἀπὸ τῆς ἱστορίας λαβὼν ὡς δεικνύναι δυνάμενον τὴν τῆς ἀρίστης πολιτείας παρακτικὴν ζωήν, καὶ ταῦτα τῆς νυκτὸς ἀναλαβὼν, ἵνα ἀδιαπταίστως καὶ τοῖς κοινωνοῖς μεταδῶ τῶν λόγων.