Ancient Greek
1.246.5
Proclus Phil., In Platonis Timaeum Commentaria 1.246.5
Unproofread scanNot analysed yet
πάλιν οὖν καὶ ἀπὸ τούτων ἐπὶ τὰ ὅλα μεταβατέον· καὶ γὰρ ἐκεῖ τὸ δημιουργικὸν αἴτιον ἀπὸ τῆς ἀφανοῦς αἰτίας πληρούμενον —ἐκεῖ γὰρ πρῶτως ἦν πάντα τὰ αἴτια τὰ νοερά, οἷς ἦνωτο κατ’ ἀρχὰν ὑπεροχὴν —οὕτως εἰς τὸ ἐμφανὲς τὴν ἑαυτοῦ προάγει δύναμιν κατὰ τὴν ἐκείνων βούλησιν καὶ κρίσιν. ἔτι δὲ τὸ παραχρῆμα μὴ εἰπεῖν, ἀλλ’ εἰσαθῆς, σύμβολόν ἐστι τῆς προευτρεπισομένης παρασκευῆς τῶν φύσεων, ἀφ’ ἧς ἡ τελειότης παραγίνεται τοῖς φυσικοῖς ἀποτελέσμασιν. εἴποις δ’ ἂν τι καὶ ἠθικὸν τὸ τῆς ἀσφαλείας· οὐ γὰρ δεῖ προπετῶς ἐγχειρεῖν τοῖς τηλικούτοις λόγοις μὴ πρὸς ἑαυτοὺς πρῶτον τὸ ὅλον ἔργον ἀνασχεψαμένους, ἵνα ὥσπερ