Ancient Greek
1.254.2
Proclus Phil., In Platonis Timaeum Commentaria 1.254.2
Unproofread scanNot analysed yet
ψυχαι καὶ εἰς τὸ νοητὸν περιλαχθεῖσαι προβάλλουσιν, ταῦτα B ἐγένετό ποτε [καὶ] κατὰ τινὰς εὐμοίρους περιτροπὰς κύκλων καὶ ἐπὶ γῆς. τοῦτο γοῦν καὶ ὁ Κριτίας τῷ Σωκράτει μαρτυρήσει λέγων [26 D]· καὶ τοὺς πολίτας, οὓς διεννοοῦ, φήσομεν ἐκεῖνους τοὺς ἀληθινοὺς προγόνους ἡμῶν, οὓς ἔλεγεν ὁ ἱερεὺς· πάντως ἀρμόσονται, καὶ οὐκ ἀπᾳσόμεθα λέγοντες αὐτοὺς εἶναι τοὺς ἐν τῷ τότε ὄντας χρόνῳ. εἰ δὲ καὶ τῷ μερικῷ λείποιτο ἡ Πολιτεία τοῦ Τιμαίου καὶ τῷ περὶ θνητῶν διαλέγεσθαι ***περὶ εἰκόνα C διατρίβοι, ἀλλὰ τῷ γε καθόλου κρατεῖ· τὸ γὰρ αὐτὸ εἶδος τῆς ζωῆς ἐν ψυχῇ μὲν δικαιοσύνην, ἐν πόλει δὲ πολιτείαν, ἐν δὲ κόσμῳ δημιουργίαν ἐπιδείκνυσιν. ἔτι δὲ ἡ μὲν προαἵρεσις τῆς ἀρετῆς ἐλευθέρα, ἡ δὲ ἐνέργεια ἢ εἰς τὰ ἔκτος δεῖται τῆς κοσμικῆς τάξεως· οὐδὲν ὁ μὲν Ἀτλαντικὸς μετὰ τὸν Τίμαιον, ἢ δὲ τῶν πολιτῶν ἕξις τὴν ἀδέσποτον ἀρετὴν ἐνδείκνυται. καὶ δηλοῖ καὶ διὰ τούτων ὁ Πλάτων, ὅτι ἑαυτῆς μὲν οὖσα ψυχὴ κρείττων ἐστὶ τῆς φυσικῆς πάσης ὑποστάσεως καὶ εἱμαρμένης ὑπερτρέχει, ζέπουσα δὲ εἰς πράξεις ὑπὸ τῶν φυσικῶν κρατεῖται νόμων καὶ ὑποτάττεται εἱμαρμένη. D πρὸς δὲ τοῖς εἰρημένοις κάκεινο εἰδέναι χρή, ὅτι κατὰ τὴν ἐν Πολιτείᾳ παραδοθεῖσαν τῆς ἀνθρωπίνης ζωῆς τάξιν ἢ τῶν διαλόγων τούτων ἔχει συνέχειαν· καὶ γὰρ ἐκεῖ πρῶτον ἐτράφησαν καὶ ἐπαιδεύθησαν διὰ τῶν μαθημάτων οἱ ἄνδρες, ἔπειτα εἰς θάνα ἀναβεβήκασι τῶν ὄντων, καὶ τρίτον ἐκεῖθεν ἐπὶ τὴν πρόνοιαν τῆς πόλεως κατεληλύθασι. κατὰ δὲ ταύτην τὴν ἀκολουθίαν καὶ ἡ Πολιτεία προτέτακται τοῦ Τιμαίου καὶ οὗτος τοῦ Ἀτλαντικοῦ· παιδευθέντες γὰρ ὑπὸ τῆς Πολιτείας καὶ ἀναχθέντες ὑπὸ τοῦ Τιμαίου κατὰ τὴν θεωρίαν διαθήσονται ἐμφρόνως τὰς τοιαύτας πράξεις, ὁποίας ὁ