Ancient Greek
1.255.1
Proclus Phil., In Platonis Timaeum Commentaria 1.255.1
Unproofread scanNot analysed yet
ΠΡΟΚΛΟΥ ΕΙΣ ΤΟΝ ΤΙΜΑΙΟΝ Α [Tim. 27 AB] Ἀτλαντικὸς ἀναδιδάσκει, ζῶντες εὐδαιμόνως. ἡμεῖς μὲν οὖν οὕτω πρὸς τὴν ἀπορίαν ἀπηρτήκαμεν. ὁ δὲ φιλόσοφος Πορφύριος οὐκ αὐτόθεν τῆς ἀπορίας ἕνεκα ταύτης, ἀλλ’ ἄλλου τινὸς πέρι διαταττόμενος τοιαύτην ἀφορμὴν παρέσχετο λύσεως· τοὺς τῆς ὅλης θεωρίας γνησίας ἀντιλήψεσθαι μέλλοντας δεῖ πεπαιδεύσθαι πρότερον τὸ ἦθος, ἵνα ὁμοιον ὂν τῷ κατανουομένῳ συναρμοζῆται πρεπόντως εἰς τὴν γνῶσιν τῆς ἀληθείας. τοῦτο δὴ καὶ ἡ τάξις αὕτη τῶν διαλόγων ἐπιδείκνυσιν· οἱ γὰρ ἀκροώμενοι τῶν ἐν τῷ Τιμαίῳ λόγων ὀφείλουσι τῆς Πολιτείας ἀπολελαυκέναι πρότερον καὶ δι’ ἐκεί- D νης κοσμηθέντες οὕτως ἥκειν τῶν περὶ τοῦ κόσμου δογμάτων ἀκροασόμενοι, ὁμοιotáτους σφᾶς αὐτοὺς τῇ τοῦ παντὸς εὐκοσμίᾳ διὰ τῆς παιδείας ἀποφρύναντες. τοσαῦτα καὶ πρὸς ταύτὴν εἰρήσθω τὴν ἀπορίαν. Θεατέον δὲ καὶ τὰ καθ’ ἕκαστον τῆς λέξεως. ἀστρουνομικώτατος μὲν οὖν λέγεται νῦν ὁ Τιμαῖος οὐχ ὡς τὰ τάχη τῶν κινήσεων ἐπεσκεμμένος οὐδ’ ὡς μετρῶν δρόμον ἡλίου κανόνας συναθροίσας οὐδὲ τοῖς μοιραίοις ἔργοις ἐνδιατρίβων, ἀλλ’ ὡς οὐρανοῦ τε ὑπὲρ ἀστρουνομῶν κατὰ τὸν ἐν Θεαίττῳ [173 CE] κορυφαῖον καὶ τὰς ἀφανεῖς αἰτίας θεωρῶν, ᾧ καὶ κυρίως ἐστὶν ἄστρα —διὸ καὶ ἄνθρωπον οὐ τὸν φαινόμενον, ἀλλὰ τὸν ἐν λόγῳ καθαρῶς οὐσιωμένον ἀπέφησεν ὁ Σωκράτης —καὶ ὡς τὸν ὅλον δημιουργὸν ἀπομιμούμενος, ἐν ᾧ καὶ ὁ οὐρανός ἐστι καὶ τὰ ἄστρα πάντα νοερῶς, ὥσπερ φησὶν ὁ θεολόγος. ἄρχεται δὲ ἀπὸ τῆς τοῦ κόσμου γενέσεως καὶ εἰς ἀνθρώπους τελευτᾷ, διότι καὶ ὁ ἄνθρωπος μικρὸς ἐστι κόσμος, πάντα ἔχων μερικῶς ὅσα τὸ πᾶν ὁλικῶς, ὥσπερ ἀπέδειξεν ὁ ἐν Φιλήβῳ [29] Σωκράτης. διαφερόντως δὲ τινὲς εἰσὶν ὑπὸ Σωκράτους παιδευθέντες, ὅτι μὴ πᾶσαν παιδεύει τὴν πόλιν, ἀλλὰ τοὺς φύλακας καὶ ἐπικούρους· καὶ E γὰρ ἐν τῷ παντὶ τὸ διαφερόντως νοῦ μετέχον ἐστὶν ὁ