Ancient Greek
1.262.1
Proclus Phil., In Platonis Timaeum Commentaria 1.262.1
Unproofread scanNot analysed yet
ΠΡΟΚΛΟΥ ΕΙΣ ΤΟΝ ΤΙΜΑΙΟΝ Β [prooemium] συντόμως εἰπεῖν. ὁ δὲ γε θεῖος Ἰάμβλιχος τὴν μὲν τοιαύτην ἱστορίαν οὐδὲν ἠξίου προσήκειν [ἐν] τοῖς προκειμένοις· οὐ γὰρ περὶ ἀθέων ἀνθρώπων ὁ λόγος τῷ Πλάτωνι νῦν, ἀλλὰ περὶ σωφρονοῦντων καὶ θεοῖς προσιμιλεῖν δυναμένων, οὔδὲ περὶ ἀμφισβητούντων πρὸς τὰ ἔργα τῆς ὁσιότητος, ἀλλὰ περὶ τῶν σώζεσθαι δυνάμενον ὑπὸ τῶν τὰ ὅλα σωζόντων· παραδίδωσι δὲ τὴν τε δύναμιν τῆς εὐχῆς καὶ τὴν τελειότητα θαυμαστὴν τινα καὶ ὑπερφύη καὶ πᾶσαν ὑπεραίρουσαν ἐλπίδα. προσῆκε δὲ ἡμᾶς ἐπὶ τὸ συνηθέστερον τοῖς ἀκούουσι καὶ γνωριμώτερον τὸν λόγον μεταγαγόντας τὴν τε ἐκείνου σαφῆ ποιῆσαι διάνοιαν καὶ τῷ Πλάτωνι συμφώνους ἀποδοῦναι τοὺς περὶ εὐχῆς λόγους. ἀρκεῖον οὖν ἐντεῦθεν· Πάντα τὰ ὄντα θεῶν ἐστὶν ἔκγονα καὶ παράγεται ὑπ’ αὐτῶν ἀμέσως πάντα καὶ ἰδρύεται ἐν αὐτοῖς. οὐ γὰρ μόνον ἢ κατὰ συνέχειαν ἐπιτελεῖται τῶν πραγμάτων πρόδοος, ἀεὶ τῶν ἐξῆς ἀπὸ τῶν προσεχῶς αἰτίων ὑφισταμένων, ἀλλὰ καὶ αὐτοῦθεν ἀπὸ τῶν θεῶν ἐστὶν ὅπη γεννᾶται τὰ πάντα, κἂν πορωτάτω τῶν θεῶν εἶναι λέγῃται, κἂν αὐτὴν εἴπης τὴν ὕλην· οὐδενὸς γὰρ ἀφέστηκε τὸ θεῖον, ἀλλὰ πᾶσιν ἐξ ἴσου πάρεστι. διό, κἂν τὰ ἔσχατα λάβης, καὶ τούτοις παρὸν τὸ θεῖον εὕρήσεις· ἐστι γὰρ πανταχοῦ τὸ ἕν, καθ’ ὧν ὄντων ἕκαστον ἐκ θεῶν ὑφέστηκε, προειδόντα δὲ πάντα ἐκ θεῶν οὐκ ἐξελήλυθεν ἀπ’ αὐτῶν, ἀλλ’ ἐνεργίζεται ἐν αὐτοῖς· ποῦ γὰρ ἂν καὶ ἐξέλθοι, πάντα τῶν θεῶν περιειληφότων καὶ προκατειληφότων καὶ ἐν ἑαυτοῖς ἔχοντων; τὸ γὰρ ἐπέκεινα τῶν θεῶν τὸ μηδαμῶς ὂν ἐστι. πάντα δὲ τὰ ὄντα κύκλῳ περιεληπται ὑπὸ τῶν θεῶν καὶ ἐν αὐτοῖς ἐστι. θαυμαστὸν οὖν τινα τρόπον καὶ προῆλθε πάντα καὶ οὐ προῆλθεν. οὐ γὰρ ἀπεσπάσθη τῶν θεῶν· οὔδὲ γὰρ ἂν ἦν ἀποσπασθέντα, διότι καὶ πάντα τὰ ἔκγονα τῶν πατέρων ἀποσπώμενα πρὸς τὴν ἀχάνειαν εὐθὺς ὑποτρέχει τοῦ