Ancient Greek
1.263.1
Proclus Phil., In Platonis Timaeum Commentaria 1.263.1
Unproofread scanNot analysed yet
210 #ΠΡΟΚΛΟΥ ΕΙΣ ΤΟΝ ΤΙΜΑΙΟΝ Β [prooemium] μὴ ὄντος· ἀλλ’ ἰδονται πως ἐν αὐτοῖς, καὶ, ὡς τὸ ὅλον εἰπεῖν, ἐαυτοῖς μὲν προελήλυθε, μένει δὲ τοῖς θεοῖς. ἐπεὶ δὲ προ- 5 εληθότα καὶ ἐπιστρέφειν ἔδει μιμουμένα τὴν τῶν θεῶν ἐκφανσὶν τε καὶ εἰς τὸ αἴτιον στροφὴν, ἵνα κατὰ τὴν τελειοφυγοῦν τριάδα καὶ ταῦτα διατεταγμένα πάλιν ὑπὸ τῶν θεῶν περιέχηται καὶ τῶν πρωτίστων ἐνιάδων, δευτέραν τινὰ δέχεται παρ’ αὐτῶν τελειότητα, καθ’ ἣν ἐπιστρέφειν δύναται πρὸς τὴν ἀγαθότητα τῶν θεῶν, ὅπως ἂν ἐρριζωμένα τὴν ἀρχὴν ἐν θεοῖς διὰ τῆς ἐπιστροφῆς αὖθις ἐν αὐτοῖς ἀπεριδεῖπται, κύκλον τινὰ τοῦτον ἀπὸ θεῶν τε ἀρχόμενον καὶ εἰς θεοὺς 10 λήγοντα ποιούμενα. πάντ’ οὖν καὶ μένει καὶ ἐπιστρέφει πρὸς τοὺς θεούς, ταύτην λαβόντα παρ’ αὐτῶν τὴν δύναμιν καὶ διττὰ συνθήματα κατ’ οὐσίαν ὑποδεξάμενα, τὰ μὲν ὅπως ἂν ἐκεῖ μένη, τὰ δὲ ὅπως ἂν ἐπιστρέφῃ προεληθότα. καὶ ταῦτα οὐκ ἐν ψυχαῖς μόνον, ἀλλὰ καὶ ἐν τοῖς ἐπομένοις ἀφύχοις 15 πάρεστι θεωρεῖν. τί γὰρ ἄλλο ἐστὶ τὸ καὶ τούτοις τὴν συμπάθειαν πρὸς ἄλλας καὶ ἄλλας δυνάμεις ἐναπεργαζόμενον, ἢ τὸ σύμβολα παρὰ τῆς φύσεως εἰληχέναι, τὰ μὲν πρὸς 65 ἄλλην, τὰ δὲ πρὸς ἄλλην οἰκειοῦντα σειρὰν θεῶν; ἀνωθεν γὰρ καὶ ἀπ’ αὐτῶν ἐξηρτημένη τῶν θεῶν ἡ φύσις καὶ 20 διανενεμημένη περὶ τὰς τῶν θεῶν τάξεις ἐντίθησι καὶ τοῖς σώμασι τῆς πρὸς θεοὺς αὐτῶν οἰκειότητος συνθήματα, τοῖς μὲν Ἡλιακά, τοῖς δὲ Σεληνιακά, τοῖς δὲ ἄλλου τινὸς θεῶν, καὶ ἐπιστρέφει καὶ ταῦτα πρὸς θεούς, τὰ μὲν ὡς πρὸς θεοὺς ἀπλῶς, τὰ δὲ ὡς πρὸς τούσδε τοὺς θεούς, τελεώσασα τὰ 25 ἑαυτῆς γεννήματα κατ’ ἄλλην καὶ ἄλλην ἰδιότητα θεῶν. ταύτ’ οὖν πολλῷ πρότερον καὶ ὁ δημιουργὸς περὶ τὰς ψυχὰς ἐνήργησε τοῦ τε μένειν αὐταῖς καὶ τοῦ ἐπιστρέφειν συνθήματα δὼν καὶ κατὰ μὲν τὸ ἐν ἰδρύσας αὐτάς, κατὰ δὲ τὸν νοῦν τὴν ἐπιστροφὴν αὐταῖς καταχαρισάμενος. πρὸς δὲ 30 τὴν ἐπιστροφὴν ταύτην ἡ εὐχὴ μεγίστην παρέχεται συντέ-