Ancient Greek
1.267.4
Proclus Phil., In Platonis Timaeum Commentaria 1.267.4
Unproofread scanNot analysed yet
Ὅρᾶς, ὁποίαν μὲν ὁ Πλάτων ὑπόθεσιν εἰς τὸν Τίμαιον ἀνέπεμψεν, ὁποίαν δὲ ἀκροατὴν αὐτῷ τὸν Σωκράτην προσήγαγεν, ὁποίαν δὲ ἀρχὴν τῶν λόγων ὑπέγραψεν. ἡ μὲν γὰρ ὑπόθεσις εἰς τὴν ὅλην ἀνῆκει δημιουργίαν, ὁ δὲ ἀκροατὴς καθ᾽ ἕνα νοῦν καὶ μίαν τῶν ὅλων θεωρίαν αὐτῷ συνάγεσθαι παρεσκεύασται, διὸ καὶ αὐτὸς ἐπὶ τὴν εὐχὴν ἀνήγειρε τὸν Τίμαιον. ἡ δὲ ἀρχὴ τῶν λόγων ἀπὸ τῆς τῶν θεῶν ἀόρημένης κλήσεως ὄντως μιμεῖται τὴν τῶν ὄντων πρόοδον, ἥ δὴ μένοντα πρῶτον ἐν θεοῖς οὕτω τὴν ἀπ᾽ αὐτῶν ἔλαχεν ἀπογέννησιν. ἐπειδὴ δὲ πάντας τοὺς καὶ κατὰ βραχὺ σωφροσύνης μετέχοντας ἐπὶ παντὸς ὀρυμὴ καὶ σμικροῦ πράγματος θεὸν ἀεὶ χρήναι καλεῖν διατάττεται, κατιδῶμεν, ἀπὸ ποίας δή τινος ἔννοιᾶς οὕτοι ταύτην ἐφ᾽ ἑκάστοις ποιοῦνται τὴν