Ancient Greek
1.268.1
Proclus Phil., In Platonis Timaeum Commentaria 1.268.1
Unproofread scanNot analysed yet
ΠΡΟΚΛΟΥ ΕΙΣ ΤΟΝ ΤΙΜΑΙΟΝ Β [Tim. 27 C] ἐπίκλησιν τῶν θεῶν· οὐ γὰρ πῶ σωφρονοῦντας εἰκὸς μὴ τοῦ ὄντος στοχάζεσθαι καὶ τῆς περὶ τῶν θεῶν αὐτῶν ἀληθείας. φημὶ τοίνυν, ὅτι πάντες τῆς περὶ θεῶν ἐπιστήμης γνησίως ἀντιλαμβάνονται, νοῦν καθαρὸν προστεθάμενοι τῆς θεωρίας καὶ τὸ καλὸν καὶ τὸ ἀγαθὸν ἐν τοῖς τῆς ψυχῆς ἀποθέμενοι πλεονεκτήμασιν, ἀλλ’ οὐκ ἐν τοῖς ἀνθρωπίνοις οὐδὲ ταῖς ἐξωθεν τύχαις, καὶ τὴν τῆς προνοίας καθορῶσι δύναμιν διὰ πάντων διήκουσαν τῶν ὄντων καὶ πάντα πρὸς τὸ πᾶν συναρμόζουσαν, ὡς ἂν ἔχοι κάλλιστα τὸ τε ὅλον καὶ τὰ μέρη καὶ μηδὲν ἄμοιρον ἢ τῆς θεοῦθεν ἐφηχούσης εἰς ἕκαστα προμηθείας· τοῦτο δὲ αὐ ὁρῶντες ἐφ’ ἑκάστη πράξει καὶ καθ’ ἑκάστην ἐνέργειαν θεοὺν εἰκότως καλοῦσι συλλήπτορα τῆς ἑαυτῶν ὁρμῆς, ἐμβιβάζοντες τὰς ἑαυτῶν ποιήσεις εἰς τὸ πᾶν μετὰ τῶν ὅλων καὶ ἐνι-δρύοντες ἑαυτοὺς τῇ ἀγαθότητι τῶν θεῶν· καὶ γὰρ τὰ σμικρὰ δοκοῦντα εἶναι προνοίας ἀπολαύει καὶ ἔστι μεγάλα, καθ’ ὅσον ἐξήρτηται τῶν θεῶν, ὥσπερ αὐ καὶ τὰ μεγάλα κατὰ τὴν ἑαυτῶν φύσιν ἀποστάντα τοῦ θείου πάνυ μικρὰ καὶ οὐδενὸς ἄξια φαίνεται. ταῦτα μὲν οὖν ἡ σωφροσύνη παρέχεται ταῖς ψυχαῖς, οὐκ οὕσά τις ἐξὶς ἀνθρωπίνη οὐδὲ πλησιάζουσα πρὸς τὴν λεγομένην ἐγκράτειαν, ἀλλ’ ἐνθεος ἐνέργεια τῆς ψυχῆς εἰς ἑαυτὴν τε καὶ τὸ θεῖον ἐπεστραμμένης καὶ τὴν ἐν θεοῖς τῶν πάντων αἰτίαν ὁρώσης κάκειθεν τὰ τε ὅλα καὶ τὰ μέρη προϊόντα θεωμένης καὶ τὰ ἐν ἡμῖν συνθήματα τῶν θεῶν ἐπ’ αὐτοὺς ἀναφερούσης, δι’ ὧν ὥσπερ ἀφορμῶν καὶ ἐπὶ τοὺς θεοὺς ἀνατρέχειν δυνάμεθα παρ’ αὐτῶν ἡμῖν ἐνδεδομένων, τὰ τε ἐν ἑκάστῳ σύμβολα τῶν θεῶν καὶ τῶν σμικροτάτων εὐρισκούσης καὶ διὰ τούτων ἕκαστα πρὸς τοὺς θεοὺς οἰκειούσης. ἐπειδὴ δὲ παρήγαγον οἱ θεοὶ καὶ πᾶσαν ἡμῶν τὴν οὐσίαν καὶ τὸ αὐτοκίνητον