Ancient Greek
1.286.1
Proclus Phil., In Platonis Timaeum Commentaria 1.286.1
Unproofread scanNot analysed yet
ΠΡΟΚΛΟΥ ΕΙΣ ΤΟΝ ΤΙΜΑΙΟΝ Β [Tim. 27 D] νοητὴ φύσις καθ’ ὅλην ἑαυτὴν αἰώνιος ἐστι· διὸ καὶ τῶν παλαιῶν τινες ὄντως μὲν ὃν καλοῦσι τὸ νοητὸν πλάτος, οὐκ ὄντως δὲ ὃν τὸ ψυχικόν, οὐκ ὄντως δὲ οὐκ ὃν τὸ αἰσθητόν, ὄντως δὲ οὐκ ὃν τὴν ὕλην· ἀλλ’ οὕτοι μὲν ὅπως ταῦτα E διατάπτονται, ἐν ἄλλοις ἐξετάσομεν· ὅτι δὲ τὸ γένεσιν μὴ ἔχειν πρόσκειται τῇ χωριστῇ οὐσίᾳ τοῦ ἀεὶ ὄντος ἐνδεικνύμενον, οἶμαι διὰ τῶν εἰρημένων γεγενηναι δῆλον.