Ancient Greek
1.286.3
Proclus Phil., In Platonis Timaeum Commentaria 1.286.3
Unproofread scanNot analysed yet
Ἐπὶ δὴ τούτοις τὸ γιγνόμενον πότερον τὸν σύμπαντα λέγει κόσμον, ἢ τὴν ἐνυλον καὶ πάντῃ μεταβαλλομένην σύστασιν; καὶ γὰρ τοῦτο οἱ μὲν ἄλλως, οἱ δὲ ἄλλως ἐξηγήσαντο τῶν παλαιῶν. ἡμεῖς δὲ πᾶν μὲν τὸ σωματοειδὲς γιγνόμενον ἀποῦομεν, καθ’ ὅσον δὴ παρ’ ἑαυτοῦ μὲν ἀσώματον ἐστιν, ὑπ’ ἄλλου δὲ ἀεὶ ἢ ποτὲ ταττόμενον· ἀλλ’ οὐχ ἡ ψυχὴ ἢ τοῦ παντός· ἐστι γὰρ πῇ ἀεὶ ὤν· οὐδὲ πολλῷ πλέον ὁ νοῦς· οὗτος γὰρ αὐτόθεν ἀεὶ ὤν· μόνον δὲ τὸ σῶμα γιγνώμενόν ἐστι καὶ ὄντως οὐδέποτε ὤν· τοῦτο γὰρ ἐστὶ τὸ ἀεὶ τῆς κοσμοποιοῦ δεόμενον αἰτίας καὶ ἀεὶ παρ’ αὐτῆς τοῦ εἶναι κομιζόμενον ἔμφασιν. διὰ τί οὖν, φασί, μὴ προσέθηκε τὸ ἀεὶ καὶ τῷ γιγνομένον, ὥσπερ τῷ ὤν, ἢ τὸ ποτέ, ἵνα κατὰ πᾶν πρὸς τὸ ἀεὶ ὤν ἀντιθέτως ἔχῃ; ἢ τοῦτο πρὸς τὴν φύσιν τοῦ γιγνομένου ποικίλην οὐσαν ὁ Πλάτων ἀπιδὼν ἐμηχανήσατο καὶ τὸ ποτὲ καὶ τὸ ἀεὶ τοῦ γιγνομένου περιελών· τὰ μὲν γὰρ ὅλα γίγνεται ἀεὶ, τὰ δὲ F μέρη ποτέ. καὶ ἄλλως τὰ μὲν τῶν εἰδῶν ἀχώριστά ἐστι τῆς ὕλης καὶ ἀεὶ γίγνεται ἐκ τοῦ ἀεὶ ὄντος, τὰ δὲ ἐν χρόνῳ γίγνεται καὶ ἀπογίνεται· ἡ μὲν γὰρ σωματότης ἀεὶ γίγνεται καὶ ἀεὶ περὶ τὴν ὕλην ἐστὶ· τὸ δὲ τοῦ πυρός ἢ τοῦ ἀέρος εἶδος εἰσεῖσι τε εἰς τὴν ὕλην καὶ ἐξεῖσι, χωριζόμενον καὶ ἀπολλύμενον διὰ τὴν τῆς ἐναντίας φύσεως ἐπικράτειαν. εἰ δὴ τὸ ἀεὶ τὴν ὕλην κατέχον ἀεὶ γίγνεται, οὐδέποτε ὤν ἐστι· τὸ γὰρ γιγνόμενον, καθὸ γίνεται, οὐκ ἐστιν, ἀεὶ δὲ γίνεται, οὐδέποτε ἄρα ἐστὶ. καὶ εἰ τὸ ποτὲ γιγνόμενον, ὅτε