Ancient Greek
1.287.1
Proclus Phil., In Platonis Timaeum Commentaria 1.287.1
Unproofread scanNot analysed yet
234 #ΠΡΟΚΛΟΥ ΕΙΣ ΤΟΝ ΤΙΜΑΙΟΝ Β [Tim 27D] γίνεται, οὐκ ἔστι, μὴ γιγνόμενον δὲ οὐκ ἔστι, καὶ τὰ ποτὲ γιγνόμενον οὐδέποτε ἔστιν ὅν. ἀλλὰ πᾶν τὸ γινόμενον ἢ ἀεὶ γίνεται, ἢ ποτε· πᾶν ἄρα τὸ γινόμενον οὐδέποτε ὅν ἐστιν. Εἰρημένων δὲ τούτων ἐπὶ τὸ ἐξ ἀρχῆς ἀναδραμόντες λέγομεν, πότερον ἀπάντων ἐστὶ τῶν ὄντων ἐν τούτοις περιληψις ἢ οὐ· τοῦτο γὰρ ζητήσαντες φήθημεν δεῖν ἕκαστον τῶν ἐνταῦθα λεγομένων διερευνήσασθαι, πότερον ἀπάντων φήσομεν ἢ οὐχ ἀπάντων· εἰ μὲν γὰρ τὸ ὅν ἀεὶ τὴν αἰώνιον μόνην φύσιν ἐνδείκνυσθαι δεῖλμεν, τὸ αἰώνιον καθ’ ὅλην ἑαυτὴν ἔχουσαν, οὐχ ἀπάντων· οὔτε γὰρ τὸ πρὸ τοῦ αἰῶνος ὅν οὔτε ἡ τοῦ αἰῶνος τάξις οὔτε αὐ ὅσα τὴν μὲν οὐσίαν αἰώνιον ἔχει, τὰς δὲ ἐνεργείας ποιεῖται κατὰ χρόνον, ὑπὸ τούτο ταχθήσεται τὸ ὅν. εἰ δὲ πᾶν τὸ ὁποσοῦν αἰώνιον εἴτε κυρίως εἴτε μὴ καὶ εἴτε καθ’ ὅλον εἴτε μερικῶς ἀεὶ ὅν λάβοιμεν, καὶ ἡ ψυχὴ τῶν αἰωνίων ἔσται, καὶ τὸ ἐν ὅν ἀεὶ ὅν ῥηθήσεται, καθ’ ὅσον ἔχει τὴν αἰτίαν τῶν αἰωνίων ἀπάντων ἐνιαλῶς ἐν αὐτῷ καὶ κυριῶς, ὥσπερ φασίν. ἔχει γὰρ οὕτως· τὸ μὲν ἐστὶν ὑπεραἰώνιον, τὸ δὲ αἰών, τὸ δὲ αἰώνιον ἀπλῶς, τὸ δὲ πῆ αἰώνιον. ἕκαστον δὲ τούτων ἀεὶ ὅν, τὸ μὲν ὡς τοῦ ἀεὶ δύναμις καὶ πηγὴ, τὸ δὲ ὡς πρῶτως ὅν τὸ ἀεὶ καὶ αὐτοαεὶ καὶ οὐ κατὰ μετοχήν, τὸ δὲ ὡς τοῦ ἀεὶ μετέχον καὶ πρῶτως ὅλον αἰώνιον, τὸ δὲ ὡς πῆ τῆς τοιαύτης ἰδιότητος μεταλαβόν. τοιγῶς γὰρ ἐστὶν ἕκαστον, ἢ κατ’ αἰτίαν, ἢ καθ’ ὑπαρξιν, ἢ κατὰ μέθεξιν· τὸ μὲν οὖν ἐν ὅν καθ’ ὑπαρξιν ἐστὶ μόνως ὅν, κατ’ αἰτίαν δὲ ἀεὶ ὅν, ὁ δὲ αἰὼν καθ’ ὑπαρξιν ἀεὶ ὅν, κατὰ μέθεξιν δὲ ὅν, τὸ δὲ αἰώνιον κατὰ μέθεξιν ὅν καὶ ἀεὶ ὅν, καθ’ ὑπαρξιν δὲ ἄλλο τι, νοητὸν ἢ νοητὸν καὶ νοερὸν ἢ νοερὸν, καὶ εἰ τούτο, ἢ ὁλικὸν ἢ μερικόν, καὶ εἰ τούτο, ἢ ὑπερχόσμιον ἢ ἐγκόσμιον, καὶ εἰ τούτο, ἢ θεῖον ἢ μετὰ θεοὺς ὅν, καὶ ἐκάτερον ἢ τῷ εἶναι μόνον, ἢ τῷ δύνασθαι καὶ τῷ ἐνεργεῖν. CMP 2 οὐδέποτε ὅν ἐστιν MP ἢ om P 4 s λέγωμεν 5 5 ἐν τούτοις ἐστι M sic 8 ἢ P: καὶ CM 11 μὲν om M 13 τετάχθαι C τὸ om M 17 ad κυριῶς cf. orac. chald. 18² 23 ss cf. schol. M 26 prius ὅν om C 26 s cf. schol. C 27 ὅν καὶ ἀεὶ om MP 28 ἢ νοερὸν om C 29 ἢ μερικὸν ἢ ὁλικὸν P 31 ἢ τῷ P: ἢ τὸ C: νοητῷ M τὸ δύνασθαι C τὸ ἐνεργεῖν M