Ancient Greek
1.293.4
Proclus Phil., In Platonis Timaeum Commentaria 1.293.4
Unproofread scanNot analysed yet
Οἱ μὲν ἐκάτερον τούτων τῶν κώλων ἕνα λόγον πεποιήκασιν, ὅσοι φασὶν ὁρισμὸν εἶναι τοῦ ἀεὶ ὄντος νοήσει μετὰ λόγου περιληπτὸν ὂν, ἀεὶ κατὰ τὰ αὐτὰ ὂν, καὶ τοῦ γιγνομένου τὸ δόξῃ μετ’ αἰσθήσεως ἀλόγου δοξαστόν, γιγνόμενον καὶ ἀπολλύμενον, ὄντως δὲ οὐδέποτε ὂν· οἷς πολλὰ τε ἄλλα συμβέβηκεν ἀμαρτεῖν καὶ τὸ τὰ ὁριστὰ ἐν τοῖς ὁρισμοῖς περιλαμβάνειν· ἐζητεῖτο γάρ, τί τὸ ἀεὶ ὂν, ὃ παρέλαβεν ὁ πρότερος ὅρος εἰπών· ἀεὶ κατὰ τὰ αὐτὰ ὂν· καὶ τὸ γιγνόμενον, ὃ παρέλαβεν ὁ δεύτερος εἰπών· γιγνόμενον καὶ ἀπολλύμενον, ὄντως δὲ οὐδέποτε ὂν· τοῦτο δὲ καὶ ἑαυτῶν ἐστι κατηγορούντων διαλεκτικῆς ἀπειρίαν καὶ τοῦ Πλάτωνος. οἱ δὲ διελόντες τὸ μὲν ὁρισμόν, τὸ δὲ ὁριστὸν ἐν ἑκάτερω τῶν κώλων ἀπέφηναν· ἐν τε γὰρ τῷ προτέρῳ τὸ μὲν νοήσει μετὰ λόγου περιληπτὸν ὅρον εἶναι, τὸ δὲ ἀεὶ κατὰ ταῦτά ὂν ὁριστόν,