Ancient Greek
1.294.1
Proclus Phil., In Platonis Timaeum Commentaria 1.294.1
Unproofread scanNot analysed yet
ΠΡΟΚΛΟΥ ΕΙΣ ΤΟΝ ΤΙΜΑΙΟΝ Β [Tim. 28A] καὶ ἐν τῷ δευτέρῳ τὸ μὲν δόξη μετ’ αἰσθήσεως ἀλόγου δοξαστὸν ὡς ὅρον ἀποδεδοθῆναι, τὸ δὲ λοιπὸν ὡς αὐτὸ τὸ κεφαλαιώδες. τούτοις δὴ τοῖς ἀνδράσιν ἐγὼ λέγουσι καὶ ὁ ἡμέτερος ἡρέσκετο διδάσκαλος· καὶ γὰρ εἰ μικρὸν πῶς τὴν λέξιν μεταφρονθμισάμεν, αὐτόθεν ἔσται τὸ πᾶν καταφανές· τὸ μὲν δὴ ἀεὶ κατὰ τὰ αὐτὰ ὃν ἐστι νοήσεὶ μετὰ λόγου περιληπτὸν, τὸ δὲ γιγνόμενον καὶ ἀπολλύμενον, ὄντως δὲ οὐδέποτε ὄν, δόξη μετ’ αἰσθήσεως ἀλόγου δοξαστόν· ταῦτα γὰρ καὶ τοῖς προειρημένοις ἀκόλουθα· τί τὸ ὄν ἀεὶ, γένεσιν δὲ οὐκ ἔχον, καὶ τί τὸ γιγνόμενον, ὃν δὲ οὐδέποτε· τοῦ μὲν ἀεὶ κατὰ ταῦτα ὄν τὸ ἀεὶ ὄν καὶ γένεσιν οὐκ ἔχον δηλοῦντος —ἰσοδυναμεῖ γὰρ τὸ κατὰ ταῦτα τῷ γένεσιν οὐκ ἔχον —τοῦ δὲ γιγνομένου μὲν, οὐδέποτε δὲ ὄντος τῷ γιγνομένῳ καὶ ἀπολλυμένῳ καὶ ὄντως B οὐδέποτε ὄντι τὸ αὐτὸ σημαίνοντος, εἰ καὶ σαφέστερον ἀπήγγεληται, διὰ τῆς τοῦ ὄντως προσθήκης ἐνδεικνυμένου τοῦ Πλάτωνος, ὅτι καθὸ μὲν γιγνόμενόν ἐστιν, οὐκ ἐστι, καθὸ δὲ ὑνδάλμα τοῦ ὄντος ἀποφέρεται, κατὰ τοσοῦτόν ἐστιν οὐ γιγνόμενον. ἐν γὰρ τοῖς ὁρισμοῖς καὶ τὰ ὁριστὰ μᾶλλον ἐσαφήνισε διὰ τῶν προσθέσεων· ὁ μὲν γὰρ εἶπεν ἄνω ἀεὶ ὄν, τοῦτο προσθεὶς εἶπεν ἀεὶ κατὰ τὰ αὐτὰ ὄν, ἵνα μὴ τὸ ἀεὶ τὸ χρονικὸν ἀκούσωμεν, ἀλλὰ τὸ αἰώνιον· τοῦτο γὰρ ὁμοῦ πᾶν καὶ κατὰ τὰ αὐτὰ ὄν, τὸ δὲ χρονικὸν τῷ ἀπείρῳ τοῦ χρόνου συνεκτέταται· ὁ δὲ εἶπε γιγνόμενον, τοῦτο μετὰ τοῦ ἀπολλύμενον εἵρηκεν, ἵνα μὴ τὰς προόδους ἀπλῶς γενέσεις ἀκούσωμεν, ὁ καὶ ἐπὶ θεῶν τάττεται τῶν ἐπέκεινα τοῦ ὄντος, ἀλλὰ τὰς τὴν ἀπόλειαν ἔχουσας σύστοιχον. εἰσὶ δ’ οὖν οἱ ἀποδοθέντες ὁρισμοὶ τοιοῦτοί τινες· ἀεὶ ὄν ἐστι τὸ νοήσεὶ μετὰ λόγου περιληπτὸν· γιγνόμενόν ἐστι τὸ δόξη μετ’ αἰσθήσεως ἀλόγου δοξαστόν. ὅπερ ἂν ἐγκαλεῖν εἴωθασί τῷ Πλάτῳ, πρῶτον μὲν, ὅτι μὴ γένος παρεῖληφεν, ὡς οἱ τῶν ὅρων βούλονται κανόνες, ἐπεὶδ’, ὅτι τὴν μὲν αὐτῶν τῶν ὁριστῶν