Ancient Greek
1.327.5
Proclus Phil., In Platonis Timaeum Commentaria 1.327.5
Unproofread scanNot analysed yet
B ὄνομα παρὰ τὸ φαινόμενον, καὶ ἄρρητον ἄφηκεν αὐτὸ καὶ μετὰ πλείστης εὐλαβείας αὐτῷ προσήνεγκεν ὡς σύμβολον τοῦ ἐν αὐτῷ θείου συνθήματος· τὸ γὰρ ὅ τί ποτε καὶ τὸ δέχοιτο λανθάνων ὕμνος ἐστὶ τοῦ κοσμικοῦ ὀνόματος ὡς ἀφθέγκτου καὶ θείαν οὐσίαν εἰληφότος, ἵνα καὶ σύστοιχον ᾖ 15 τῷ παρ’ αὐτοῦ σημαινομένῳ. διὸ καὶ τοῖς θεουργοῖς ὀνόματα θεῖα κοσμικὰ παραδίδεται, τὰ μὲν ἄρρητα καλούμενα, τὰ δὲ ῥητὰ παρ’ αὐτοῖς, τὰ μὲν τῶν ἀφανῶν ἐν αὐτῷ δυνάμεων ὄντα, τὰ δὲ τῶν ἐμφανῶν στοιχείων, ἐξ ὧν συμπεπλήρωται.