Ancient Greek
1.327.6
Proclus Phil., In Platonis Timaeum Commentaria 1.327.6
Unproofread scanNot analysed yet
Διὰ μὲν οὖν τούτων ὡς ὑποθέσεων παραδίδεται τὸ τε εἶδος τὸ κοσμικὸν καὶ τὸ δημιουργικὸν αἴτιον καὶ τὸ παράδειγμα καὶ τὸ ὄνομα τὸ τε ἐμφανὲς καὶ τὸ ἀφανές, τὸ μὲν δυαδικὸν τὸ δὲ μοναδικόν· τὸ γὰρ ὅ τί ποτε τῆς ἐνότητός ἐστι σημαντικόν· καὶ ἔχοις ἂν τὸ μὲν ἄρρητον ὄνομα τῆς 25 τοῦ παντὸς ἐν τῷ πατρὶ μονῆς, τὸ δὲ κόσμος τῆς προὁδου, τὸ δὲ οὐρανὸς τῆς ἐπιστροφῆς, διὰ δὲ τῶν τριῶν τὴν τελικὴν αἰτίαν, δι’ ἣν τοῦ ἀγαθοῦ πλήρ᾽ ἐστι, μένον μὲν ἄρρήτως, προϊὸν δὲ τελείως, ἐπιστρέφον δὲ ὡς πρὸς C ἐρετὸν τὸ ἀγαθόν. προσήκει δὲ λοιπὸν αὐτῆς ἐφάψασθαι 30 τῆς τῶν πραγμάτων θεωρίας, τὰ ἐξῆς ταῖς ἀρχαῖς περαινοντας.