Ancient Greek
1.330.2
Proclus Phil., In Platonis Timaeum Commentaria 1.330.2
Unproofread scanNot analysed yet
Πλατωνικῶν κατὰ χρόνον τὴν γένεσιν ἠκούσαν καὶ φασὶ γίγνεσθαι τὴν ζήτησιν, εἴτε ἀγέννητος κατὰ χρόνον ὁ κόσμος, εἴτε γεννητός· εἶναι γὰρ πρὸ τῆς κοσμοποιίας ἀτάκτον κίνησιν, ἅμα δὲ κινήσει πάντως ἐστὶ καὶ χρόνος, ὥστε καὶ χρόνον εἶναι πρὸ τοῦ παντός· ἅμα δὲ τῷ παντὶ γενομένῳ χρόνον, ἀριθμὸν ὄντα τῆς τοῦ παντὸς κινήσεως, ὡς ἐκεῖνος ἦν τῆς πρὸ τῆς κοσμοποιίας οὖσης ἀτάκτου κινήσεως ἀριθμός. οἱ δὲ περὶ Κράντορα τοῦ Πλάτωνος ἐξηγηταὶ φασὶ γεννητὸν λέγεσθαι τὸν κόσμον ὡς ἀπ’ αἰτίας ἄλλης παραγομένον καὶ οὐκ ὄντα αὐτόγονον οὐδὲ αὐθυπόστατον, Πλωτῖνος δὲ καὶ οἱ μετὰ Πλωτῖνον φιλόσοφοι, Πορφύριος καὶ Ἰάμβλιχος, τὸ σύνθετόν φασιν ἐν τούτοις κεκλῆσθαι γεννητόν, τούτῳ δὲ συνυπάρχειν καὶ τὸ ἀφ’ ἑτέρας αἰτίας ἀπογεννᾶσθαι. ἡμεῖς δὲ καὶ ταῦτα μὲν εἶναι φαμεν πάντων ἀληθέστατα, καὶ εἶναι γεννητὸν τὸν κόσμον καὶ ὡς σύνθετον καὶ ὡς ἄλλων αἰτίων εἰς τὸ εἶναι δεόμενον· πᾶν γὰρ τὸ διαστατὸν τοιοῦτον, καὶ τὸ αἰσθητὸν φύσιν ἔλαχε τοιαύτην. ἀξιοῦμεν δὲ αὐτοὺς καὶ εἰς τὰ ἄλλα γεννητὰ ἀποβλέπειν, τὸν χρόνον λέγω καὶ τὴν ψυχήν, καὶ σκοπεῖν, τί τὸ κοινὸν καὶ ἐπὶ ταῦτα τὰ σημαίνomena διατεῖνον, καὶ λέγειν τὸ μὲν ἀεὶ ὂν τὸ αἰωνίως καὶ τὴν οὐσίαν ἑστῶσαν ἔχον καὶ τὴν δύναμιν καὶ τὴν ἐνέργειαν, τὸ δὲ γεννητὸν τὸ μὲν ἀπλῶς, τὸ πάντα ταῦτα κατὰ χρόνον ὑποδέχomenon, πῇ δὲ γεννητὸν τὸ ἐν κινήσει καὶ παρατάσει τὴν ἐνέργειαν κεκτημένον· εἴρηται γὰρ καὶ ἐμπροσθεν [235, 28ss], ὅτι τὰ μὲν ἄκρα ἀφωρίσατο τὸ ἀπλῶς ἀεὶ ὂν καὶ ἀπλῶς γεννητόν, τὰ δὲ μέσα περιεῖληφεν ἐν τούτοις. τὸ οὖν μὴ ὅλην ἅμα ἑστῶσαν ἐν ἑνὶ τὴν οὐσίαν ἢ τὴν ἐνέργειαν ἔχον γεννητὸν ἐπονομάζεται· διὰ γὰρ γενέσεως τὸ τοιόνδε πάντως ὑφῆρτηκε καὶ τὸ εἶναι αὐτῷ γιγνόμενον ἐστιν, ἀλλ’ οὐκ ὂν. τοιοῦτος δὲ καὶ ὁ αἰσθητὸς κόσμος οὗτος καὶ ὁ χρόνος ὁ ἐν τοῖς κινουμένοις καὶ ἡ μεταβατικὴ νόησις τῶν ψυχῶν. ἀλλ’ ὅτι μὲν πᾶσα κίνησις κατὰ μέρος ὑφίσταται καὶ οὐχ ὅλη ἅμα ἔσται, δῆλον. εἰ δὲ καὶ ἡ οὐσία